4
Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετʼ ἐμοῦ, λέγων· Ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι. μετὰ ταῦτα ⸀εὐθέως*εὐθέως WH Treg NA28 ] Καὶ εὐθέως RPἐγενόμην ἐν πνεύματι· καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθήμενος, ⸂καὶ ὁ καθήμενοςκαὶ ὁ καθήμενος WH Treg NA28 ] – RP ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ, καὶ ἶρις κυκλόθεν τοῦ θρόνου ⸂ὅμοιος ὁράσει σμαραγδίνῳὅμοιος ὁράσει σμαραγδίνῳ WH Treg NA28 ] ὁμοίως ὅρασις σμαραγδίνων RP. καὶ κυκλόθεν τοῦ θρόνου ⸀θρόνοι§θρόνοι WH Treg RP ] θρόνους NA28 εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς ⸀θρόνους*θρόνους WH Treg NA28 ] + τοὺς RP εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους περιβεβλημένους ⸀ἐνἐν Treg NA28 RP ] – WHἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς. καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, ⸀ἅἅ WH NA28 ] αἵ Treg; αὐτοῦ αἵ RP εἰσιν ⸀τὰ§τὰ WH Treg NA28 ] – RPἑπτὰ πνεύματα τοῦ θεοῦ, καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη ὁμοία κρυστάλλῳ.
Καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν· καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον ⸀ἔχων*ἔχων WH Treg NA28 ] ἔχον RP ⸂τὸ πρόσωπον ὡςτὸ πρόσωπον ὡς WH Treg NA28 ] πρόσωπον RP ἀνθρώπου, καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ· καὶ τὰ τέσσαρα ζῷα, ἓν ⸂καθʼ ἓνκαθʼ ἓν WH NA28 RP ] ἕκαστον Treg ⸀αὐτῶν§αὐτῶν WH Treg NA28 ] – RP ⸀ἔχων*ἔχων WH Treg NA28 ] ἔχον RPἀνὰ πτέρυγας ἕξ, κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν· καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες· Ἅγιος ἅγιος ἅγιος κύριος, ὁ θεός, ὁ παντοκράτωρ, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος. καὶ ὅταν ⸀δώσουσινδώσουσιν WH Treg NA28 ] δῶσιν RP τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ ⸂τῷ θρόνῳτῷ θρόνῳ Treg NA28 ] τοῦ θρόνου WH RP, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, 10 πεσοῦνται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ προσκυνήσουσιν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ βαλοῦσιν τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου, λέγοντες· 11 Ἄξιος εἶ, ὁ κύριος καὶ ὁ θεὸς ⸀ἡμῶν§ἡμῶν WH Treg NA28 ] + ὁ ἅγιος RP λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν, ὅτι σὺ ἔκτισας ⸀τὰ*τὰ WH Treg NA28 ] – RPπάντα, καὶ διὰ τὸ θέλημά σου ἦσαν καὶ ἐκτίσθησαν.

*4:2 εὐθέως WH Treg NA28 ] Καὶ εὐθέως RP

4:3 καὶ ὁ καθήμενος WH Treg NA28 ] – RP

4:3 ὅμοιος ὁράσει σμαραγδίνῳ WH Treg NA28 ] ὁμοίως ὅρασις σμαραγδίνων RP

§4:4 θρόνοι WH Treg RP ] θρόνους NA28

*4:4 θρόνους WH Treg NA28 ] + τοὺς RP

4:4 ἐν Treg NA28 RP ] – WH

4:5 ἅ WH NA28 ] αἵ Treg; αὐτοῦ αἵ RP

§4:5 τὰ WH Treg NA28 ] – RP

*4:7 ἔχων WH Treg NA28 ] ἔχον RP

4:7 τὸ πρόσωπον ὡς WH Treg NA28 ] πρόσωπον RP

4:8 καθʼ ἓν WH NA28 RP ] ἕκαστον Treg

§4:8 αὐτῶν WH Treg NA28 ] – RP

*4:8 ἔχων WH Treg NA28 ] ἔχον RP

4:9 δώσουσιν WH Treg NA28 ] δῶσιν RP

4:9 τῷ θρόνῳ Treg NA28 ] τοῦ θρόνου WH RP

§4:11 ἡμῶν WH Treg NA28 ] + ὁ ἅγιος RP

*4:11 τὰ WH Treg NA28 ] – RP