5
Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ⸀ὄπισθεν*ὄπισθεν WH Treg NA28 ] ἔξωθεν RP κατεσφραγισμένον σφραγῖσιν ἑπτά. καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· Τίς ⸀ἄξιοςἄξιος WH Treg NA28 ] + ἐστιν RPἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ ⸀οὐρανῷοὐρανῷ WH Treg NA28 ] + ἄνω RP ⸂οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ§οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ WH Treg NA28 ] οὔτε ἐπὶ τῆς γῆς οὔτε RP ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. καὶ ⸀ἐγὼ*ἐγὼ WH Treg RP ] – NA28ἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό· καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· Μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, ⸀ἀνοῖξαιἀνοῖξαι WH Treg NA28 ] ὁ ἀνοίγων RPτὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον ⸀ἑστηκὸςἑστηκὸς WH NA28 RP ] ἑστηκὼς Treg ὡς ἐσφαγμένον, ⸀ἔχων§ἔχων WH Treg NA28 ] ἔχον RP κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, ⸀οἵ*οἵ WH Treg NA28 ] ἃ RP εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ, ⸀ἀπεσταλμένοιἀπεσταλμένοι WH Treg NA28 ] ἀποστελλόμενα RPεἰς πᾶσαν τὴν γῆν. καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν ⸀αἱαἱ WH Treg NA28 ] – RPπροσευχαὶ τῶν ἁγίων· καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες· Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ ⸀θεῷ§θεῷ WH NA28 ] + ἡμᾶς Treg RPἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους, 10 καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν ⸀βασιλείαν*βασιλείαν WH Treg NA28 ] βασιλεῖς RP καὶ ἱερεῖς, καὶ ⸀βασιλεύουσινβασιλεύουσιν WH Treg ] βασιλεύσουσιν NA28 RPἐπὶ τῆς γῆς.
11 Καὶ εἶδον, καὶ ⸀ἤκουσαἤκουσα WH Treg NA28 ] + ὡς RPφωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων, 12 λέγοντες φωνῇ μεγάλῃ· Ἄξιόν ἐστιν τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν ⸀καὶ§καὶ WH Treg NA28 ] + τὸν RPπλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν. 13 καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς ⸀θαλάσσης*θαλάσσης Treg NA28 ] +ἐστίν WH RP καὶ τὰ ἐν αὐτοῖς ⸀πάνταπάντα WH Treg NA28 ] πάντας RP ἤκουσα λέγοντας· Τῷ καθημένῳ ἐπὶ ⸂τῷ θρόνῳτῷ θρόνῳ NA28 ] τοῦ θρόνου WH Treg RP καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν ⸀αἰώνων§αἰώνων WH Treg NA28 ] + Ἀμήν RP 14 καὶ τὰ τέσσαρα ζῷα ⸀ἔλεγον*ἔλεγον WH Treg NA28 ] λέγοντα τὸ RP Ἀμήν. καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν.

*5:1 ὄπισθεν WH Treg NA28 ] ἔξωθεν RP

5:2 ἄξιος WH Treg NA28 ] + ἐστιν RP

5:3 οὐρανῷ WH Treg NA28 ] + ἄνω RP

§5:3 οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ WH Treg NA28 ] οὔτε ἐπὶ τῆς γῆς οὔτε RP

*5:4 ἐγὼ WH Treg RP ] – NA28

5:5 ἀνοῖξαι WH Treg NA28 ] ὁ ἀνοίγων RP

5:6 ἑστηκὸς WH NA28 RP ] ἑστηκὼς Treg

§5:6 ἔχων WH Treg NA28 ] ἔχον RP

*5:6 οἵ WH Treg NA28 ] ἃ RP

5:6 ἀπεσταλμένοι WH Treg NA28 ] ἀποστελλόμενα RP

5:8 αἱ WH Treg NA28 ] – RP

§5:9 θεῷ WH NA28 ] + ἡμᾶς Treg RP

*5:10 βασιλείαν WH Treg NA28 ] βασιλεῖς RP

5:10 βασιλεύουσιν WH Treg ] βασιλεύσουσιν NA28 RP

5:11 ἤκουσα WH Treg NA28 ] + ὡς RP

§5:12 καὶ WH Treg NA28 ] + τὸν RP

*5:13 θαλάσσης Treg NA28 ] +ἐστίν WH RP

5:13 πάντα WH Treg NA28 ] πάντας RP

5:13 τῷ θρόνῳ NA28 ] τοῦ θρόνου WH Treg RP

§5:13 αἰώνων WH Treg NA28 ] + Ἀμήν RP

*5:14 ἔλεγον WH Treg NA28 ] λέγοντα τὸ RP