18
Μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ. καὶ ἔκραξεν ⸀ἐν*ἐν WH Treg NA28 ] – RP ἰσχυρᾷ φωνῇ λέγων· Ἔπεσεν, ⸀ἔπεσενἔπεσεν WH NA28 ] – Treg RP Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον ⸀δαιμονίωνδαιμονίων WH Treg NA28 ] δαιμόνων RP καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου ⸂καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου§καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου NA28 ] – WH Treg NIV RP καὶ μεμισημένου, ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς ⸀πέπτωκαν*πέπτωκαν WH Treg RP ] πέπωκαν NA28πάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετʼ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.
Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· ⸀ἘξέλθατεἘξέλθατε WH Treg NA28 ] Ἔξελθε RP ⸂ὁ λαός μου, ἐξ αὐτῆςὁ λαός μου, ἐξ αὐτῆς WH NA28 ] ἐξ αὐτῆς ὁ λαός μου Treg RP, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε· ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσεν ὁ θεὸς τὰ ἀδικήματα αὐτῆς. ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν, καὶ ⸀διπλώσατε§διπλώσατε WH Treg NA28 ] + αὐτῇ RP ⸀τὰ*τὰ WH Treg NA28 ] – RPδιπλᾶ κατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν κεράσατε αὐτῇ διπλοῦν· ὅσα ἐδόξασεν αὑτὴν καὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος. ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι Κάθημαι βασίλισσα, καὶ χήρα οὐκ εἰμί, καὶ πένθος οὐ μὴ ἴδω. διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται· ὅτι ἰσχυρὸς κύριος ὁ θεὸς ὁ κρίνας αὐτήν.
Καὶ κλαύσουσιν καὶ κόψονται ἐπʼ αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μετʼ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, 10 ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς λέγοντες· Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, Βαβυλὼν ἡ πόλις ἡ ἰσχυρά, ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.
11 Καὶ οἱ ἔμποροι τῆς γῆς ⸂κλαίουσιν καὶ πενθοῦσινκλαίουσιν καὶ πενθοῦσιν WH Treg NA28 ] κλαύσουσιν καὶ πενθήσουσιν RP ἐπʼ ⸀αὐτήναὐτήν WH Treg NA28 ] αὐτῇ RP ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι, 12 γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ ⸀μαργαριτῶν§μαργαριτῶν WH Treg NA28 ] μαργαρίτου RP καὶ βυσσίνου καὶ ⸀πορφύρας*πορφύρας WH Treg NA28 ] πορφυροῦ RPκαὶ σιρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου, 13 καὶ κιννάμωμον ⸂καὶ ἄμωμονκαὶ ἄμωμον WH Treg NA28 ] – RP καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ ⸂κτήνη καὶ πρόβατακτήνη καὶ πρόβατα WH Treg NA28 ] πρόβατα καὶ κτήνη RP, καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων. 14 καὶ ἡ ὀπώρα ⸂σου τῆς ἐπιθυμίας τῆς ψυχῆς§σου τῆς … ψυχῆς WH Treg NA28 ] τῆς … ψυχῆς σου RP ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπὸ σοῦ, καὶ ⸀οὐκέτι*οὐκέτι WH NA28 RP ] – Treg ⸂οὐ μὴ αὐτὰ εὑρήσουσινοὐ μὴ αὐτὰ εὑρήσουσιν WH Treg NA28 ] αὐτὰ οὐ μὴ εὕρῃς RP. 15 οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπʼ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς κλαίοντες καὶ πενθοῦντες, 16 ⸀λέγοντεςλέγοντες WH Treg NA28 ] καὶ λέγοντες RP Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον καὶ ⸀κεχρυσωμένη§κεχρυσωμένη Treg RP ] + ἐν WH NA28 χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ ⸀μαργαρίτῃ*μαργαρίτῃ WH Treg NA28 ] μαργαρίταις RP 17 ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος.
Καὶ πᾶς κυβερνήτης καὶ πᾶς ὁ ἐπὶ τόπον πλέων, καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν 18 καὶ ⸀ἔκραξανἔκραξαν WH ] ἔκραζον Treg NA28 RPβλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες· Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ; 19 καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ⸀ἔκραξανἔκραξαν WH ] ἔκραζον Treg NA28 RP κλαίοντες καὶ ⸀πενθοῦντες§πενθοῦντες WH Treg NA28 ] + καὶ RPλέγοντες· Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.
20 Εὐφραίνου ἐπʼ αὐτῇ, οὐρανέ, καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.
21 Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς ⸀μύλινον*μύλινον WH NA28 ] μύλον Treg RPμέγαν, καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων· Οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι. 22 καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, 23 καὶ φῶς λύχνου οὐ μὴ φάνῃ ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη, 24 καὶ ἐν αὐτῇ ⸀αἷμααἷμα WH Treg NA28 ] αἵματα RPπροφητῶν καὶ ἁγίων εὑρέθη καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.

*18:2 ἐν WH Treg NA28 ] – RP

18:2 ἔπεσεν WH NA28 ] – Treg RP

18:2 δαιμονίων WH Treg NA28 ] δαιμόνων RP

§18:2 καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου NA28 ] – WH Treg NIV RP

*18:3 πέπτωκαν WH Treg RP ] πέπωκαν NA28

18:4 Ἐξέλθατε WH Treg NA28 ] Ἔξελθε RP

18:4 ὁ λαός μου, ἐξ αὐτῆς WH NA28 ] ἐξ αὐτῆς ὁ λαός μου Treg RP

§18:6 διπλώσατε WH Treg NA28 ] + αὐτῇ RP

*18:6 τὰ WH Treg NA28 ] – RP

18:11 κλαίουσιν καὶ πενθοῦσιν WH Treg NA28 ] κλαύσουσιν καὶ πενθήσουσιν RP

18:11 αὐτήν WH Treg NA28 ] αὐτῇ RP

§18:12 μαργαριτῶν WH Treg NA28 ] μαργαρίτου RP

*18:12 πορφύρας WH Treg NA28 ] πορφυροῦ RP

18:13 καὶ ἄμωμον WH Treg NA28 ] – RP

18:13 κτήνη καὶ πρόβατα WH Treg NA28 ] πρόβατα καὶ κτήνη RP

§18:14 σου τῆς … ψυχῆς WH Treg NA28 ] τῆς … ψυχῆς σου RP

*18:14 οὐκέτι WH NA28 RP ] – Treg

18:14 οὐ μὴ αὐτὰ εὑρήσουσιν WH Treg NA28 ] αὐτὰ οὐ μὴ εὕρῃς RP

18:16 λέγοντες WH Treg NA28 ] καὶ λέγοντες RP

§18:16 κεχρυσωμένη Treg RP ] + ἐν WH NA28

*18:16 μαργαρίτῃ WH Treg NA28 ] μαργαρίταις RP

18:18 ἔκραξαν WH ] ἔκραζον Treg NA28 RP

18:19 ἔκραξαν WH ] ἔκραζον Treg NA28 RP

§18:19 πενθοῦντες WH Treg NA28 ] + καὶ RP

*18:21 μύλινον WH NA28 ] μύλον Treg RP

18:24 αἷμα WH Treg NA28 ] αἵματα RP