19
Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων· Ἁλληλουϊά· ἡ σωτηρία καὶ ἡ ⸂δόξα καὶ ἡ δύναμις*δόξα καὶ ἡ δύναμις WH Treg NA28 ] δύναμις καὶ ἡ δόξα RP τοῦ θεοῦ ἡμῶν, ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις ⸀ἔφθειρενἔφθειρεν WH Treg NA28 ] διέφθειρεν RPτὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς. καὶ δεύτερον ⸀εἴρηκανεἴρηκαν WH Treg NA28 ] εἴρηκεν RP Ἁλληλουϊά· καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσαρα ζῷα, καὶ προσεκύνησαν τῷ θεῷ τῷ καθημένῳ ἐπὶ ⸂τῷ θρόνῳ§τῷ θρόνῳ WH Treg NA28 ] τοῦ θρόνου RP λέγοντες· Ἀμήν, Ἁλληλουϊά.
Καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν λέγουσα· Αἰνεῖτε ⸂τῷ θεῷ*τῷ θεῷ WH Treg NA28 ] τὸν θεὸν RP ἡμῶν, πάντες οἱ δοῦλοι αὐτοῦ, ⸀καὶκαὶ Treg NA28 RP ] – WHοἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι. καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, ⸀λεγόντωνλεγόντων WH Treg NA28 ] λέγοντες RP Ἁλληλουϊά, ὅτι ἐβασίλευσεν κύριος, ὁ ⸀θεός§θεός Holmes WHmarg ] + ἡμῶν WH Treg NA28 RP ὁ παντοκράτωρ. χαίρωμεν καὶ ⸀ἀγαλλιῶμεν*ἀγαλλιῶμεν WH Treg NA28 ] ἀγαλλιώμεθα RP καὶ ⸀δώσομενδώσομεν WH ] δώσωμεν NA28; δῶμεν Treg RPτὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν, καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον ⸀λαμπρὸνλαμπρὸν WH Treg NA28 ] + καὶ RPκαθαρόν, τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν.
Καὶ λέγει μοι· Γράψον· Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι· Οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ θεοῦ εἰσιν. 10 καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει μοι· Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρία§μαρτυρία WH Treg NA28 ] + τοῦ RP Ἰησοῦ· τῷ θεῷ προσκύνησον· ἡ γὰρ ⸀μαρτυρία Ἰησοῦ ἐστιν τὸ πνεῦμα τῆς προφητείας.
11 Καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγμένον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπʼ αὐτὸν ⸂πιστὸς καλούμενος*πιστὸς καλούμενος WH Treg ] καλούμενος πιστὸς NA28 RP καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ. 12 οἱ δὲ ὀφθαλμοὶ ⸀αὐτοῦαὐτοῦ WH Treg RP ] + ὡς NA28 φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ⸀ἔχωνἔχων WH Treg NA28 ] + ὀνόματα γεγραμμένα καὶ RPὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός, 13 καὶ περιβεβλημένος ἱμάτιον ⸀βεβαμμένον§βεβαμμένον Treg NA28 RP ] ῤεραντισμένον WH αἵματι, καὶ ⸀κέκληται*κέκληται WH Treg NA28 ] καλεῖται RPτὸ ὄνομα αὐτοῦ ὁ Λόγος τοῦ Θεοῦ. 14 καὶ τὰτὰ WH NA28 RP ] – Tregστρατεύματα ⸀τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφʼ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν. 15 καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ⸀ῥομφαίαῥομφαία WH Treg NA28 ] + δίστομος RPὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη, καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ θεοῦ τοῦ παντοκράτορος. 16 καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον· Βασιλεὺς βασιλέων καὶ κύριος κυρίων.
17 Καὶ εἶδον ⸀ἕνα§ἕνα WH Treg NA28 ] – RP ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ⸀ἔκραξεν*ἔκραξεν Treg RP ] + ἐν WH NA28φωνῇ μεγάλῃ λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι· Δεῦτε συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ θεοῦ, 18 ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπʼ ⸀αὐτῶναὐτῶν NA28 RP ] αὐτούς WH Treg καὶκαὶ WH Treg NA28 ] τε καὶ RPσάρκας πάντων ἐλευθέρων τε καὶ δούλων καὶ μικρῶν ⸀καὶ μεγάλων. 19 καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι ⸀τὸν§τὸν WH Treg NA28 ] – RPπόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ. 20 καὶ ἐπιάσθη τὸ θηρίον καὶ ⸂μετʼ αὐτοῦ ὁ *μετʼ αὐτοῦ ὁ WH Treg NA28 ] ὁ μετʼ αὐτοῦ RP ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς ⸂τῆς καιομένηςτῆς καιομένης WH Treg NA28 ] τὴν καιομένην RP ἐν θείῳ. 21 καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.

*19:1 δόξα καὶ ἡ δύναμις WH Treg NA28 ] δύναμις καὶ ἡ δόξα RP

19:2 ἔφθειρεν WH Treg NA28 ] διέφθειρεν RP

19:3 εἴρηκαν WH Treg NA28 ] εἴρηκεν RP

§19:4 τῷ θρόνῳ WH Treg NA28 ] τοῦ θρόνου RP

*19:5 τῷ θεῷ WH Treg NA28 ] τὸν θεὸν RP

19:5 καὶ Treg NA28 RP ] – WH

19:6 λεγόντων WH Treg NA28 ] λέγοντες RP

§19:6 θεός Holmes WHmarg ] + ἡμῶν WH Treg NA28 RP

*19:7 ἀγαλλιῶμεν WH Treg NA28 ] ἀγαλλιώμεθα RP

19:7 δώσομεν WH ] δώσωμεν NA28; δῶμεν Treg RP

19:8 λαμπρὸν WH Treg NA28 ] + καὶ RP

§19:10 μαρτυρία WH Treg NA28 ] + τοῦ RP

*19:11 πιστὸς καλούμενος WH Treg ] καλούμενος πιστὸς NA28 RP

19:12 αὐτοῦ WH Treg RP ] + ὡς NA28

19:12 ἔχων WH Treg NA28 ] + ὀνόματα γεγραμμένα καὶ RP

§19:13 βεβαμμένον Treg NA28 RP ] ῤεραντισμένον WH

*19:13 κέκληται WH Treg NA28 ] καλεῖται RP

19:14 τὰ WH NA28 RP ] – Treg

19:15 ῥομφαία WH Treg NA28 ] + δίστομος RP

§19:17 ἕνα WH Treg NA28 ] – RP

*19:17 ἔκραξεν Treg RP ] + ἐν WH NA28

19:18 αὐτῶν NA28 RP ] αὐτούς WH Treg

19:18 καὶ WH Treg NA28 ] τε καὶ RP

§19:19 τὸν WH Treg NA28 ] – RP

*19:20 μετʼ αὐτοῦ ὁ WH Treg NA28 ] ὁ μετʼ αὐτοῦ RP

19:20 τῆς καιομένης WH Treg NA28 ] τὴν καιομένην RP