4
The Ministry of the Apostles
1 Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων Θεοῦ. 2 *ο δε ¦ ωδε ᴄᴛ Ὃ δὲ λοιπόν, ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ. 3 Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ᾽ ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ᾽ οὐδὲ ἐμαυτὸν ἀνακρίνω. 4 Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλ᾽ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με Κύριός ἐστιν. 5 Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ.
6 Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ †απολλω ¦ απολλων ᴄᴛ Ἀπολλὼ δι᾽ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ‡ο γεγραπται φρονειν ¦ α γεγραπται ᴄᴛ ὃ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς §φυσιουσθε ʙ17 ¦ μη φυσιουσθε ʙ14 ʜꜰ ᴘᴄᴋ φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. 7 Τίς γάρ σε διακρίνει; Τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;
8 Ἤδη κεκορεσμένοι ἐστέ, ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν *συμβασιλευσωμεν ¦ συνβασιλευσωμεν ᴛʜ ᴡʜ συμβασιλεύσωμεν. 9 Δοκῶ γὰρ †οτι ¦ — ᴄᴛ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους· ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις. 10 Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. 11 Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ ‡γυμνητευομεν ¦ γυμνιτευομεν ᴄᴛ ᴘᴄᴋ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, 12 καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχόμεθα· 13 §βλασφημουμενοι ¦ δυσφημουμενοι ᴄᴛ βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι.
14 Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾽ ὡς τέκνα μου ἀγαπητὰ *νουθετω ¦ νουθετων ɴᴀ ꜱʙʟ ᴡʜ νουθετῶ. 15 Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾽ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. 16 Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου †γινεσθε ¦ γεινεσθε ᴛʜ γίνεσθε. 17 Διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστι ‡τεκνον μου ¦ μου τεκνον ᴄᴛ τέκνον μου ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν §χριστω 87.1% ¦ χριστω ιησου ɴᴀ ꜱʙʟ ᴡʜ 12% Χριστῷ, καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω. 18 Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες. 19 Ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν. 20 Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ᾽ ἐν δυνάμει. 21 Τί θέλετε; Ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε *πραοτητος ¦ πραυτητος ᴄᴛ πρᾳότητος;
*4:2 ο δε ¦ ωδε ᴄᴛ
†4:6 απολλω ¦ απολλων ᴄᴛ
‡4:6 ο γεγραπται φρονειν ¦ α γεγραπται ᴄᴛ
§4:6 φυσιουσθε ʙ17 ¦ μη φυσιουσθε ʙ14 ʜꜰ ᴘᴄᴋ
*4:8 συμβασιλευσωμεν ¦ συνβασιλευσωμεν ᴛʜ ᴡʜ
†4:9 οτι ¦ — ᴄᴛ
‡4:11 γυμνητευομεν ¦ γυμνιτευομεν ᴄᴛ ᴘᴄᴋ
§4:13 βλασφημουμενοι ¦ δυσφημουμενοι ᴄᴛ
*4:14 νουθετω ¦ νουθετων ɴᴀ ꜱʙʟ ᴡʜ
†4:16 γινεσθε ¦ γεινεσθε ᴛʜ
‡4:17 τεκνον μου ¦ μου τεκνον ᴄᴛ
§4:17 χριστω 87.1% ¦ χριστω ιησου ɴᴀ ꜱʙʟ ᴡʜ 12%
*4:21 πραοτητος ¦ πραυτητος ᴄᴛ