5
Fornication Rebuked
Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν *ονομαζεται 95.5% ¦ — ᴄᴛ 3.3% ὀνομάζεται, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα εξαρθη ¦ αρθη ᴄᴛ ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιησας ¦ πραξας ɴᴀ ᴡʜ ποιήσας.
Ἐγὼ μὲν γάρ, §ως ¦ — ᴄᴛ ὡς ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτω τοῦτο κατεργασάμενον, ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ *χριστου ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ Χριστοῦ συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ χριστου ¦ — ᴄᴛ Χριστοῦ παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ιησου ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ Ἰησοῦ.
Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; ἐκκαθάρατε §ουν ¦ — ᴄᴛ ʜꜰ ʀᴘ οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ Πάσχα ἡμῶν *υπερ ημων 91.4% ¦ — ᴄᴛ 3.5% ὑπὲρ ἡμῶν ετυθη ¦ εθυθη ꜱᴄʀ ἐτύθη Χριστός· ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας ἀλλ᾽ ἐν ἀζύμοις ειλικρινειας ¦ ειλικρινιας ᴡʜ εἰλικρινείας καὶ ἀληθείας.
Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, 10 §και ¦ — ᴄᴛ καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις *η ¦ και ᴄᴛ ἢ ἅρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ οφειλετε ¦ ωφειλετε ᴄᴛ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. 11 νυνι ¦ νυν ᴀɴᴛ ᴄᴛ ʀᴘ νυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. 12 τί γάρ μοι §και ¦ — ᴄᴛ καὶ τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε; 13 τοὺς δὲ ἔξω ὁ Θεὸς *κρινεῖ ¦ κρίνει ꜱʙʟ ᴛʀ ᴡʜ κρινεῖ. και εξαρειτε ¦ εξαρατε ᴄᴛ καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.

*5:1 ονομαζεται 95.5% ¦ — ᴄᴛ 3.3%

5:2 εξαρθη ¦ αρθη ᴄᴛ

5:2 ποιησας ¦ πραξας ɴᴀ ᴡʜ

§5:3 ως ¦ — ᴄᴛ

*5:4 χριστου ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ

5:4 χριστου ¦ — ᴄᴛ

5:5 ιησου ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ

§5:7 ουν ¦ — ᴄᴛ ʜꜰ ʀᴘ

*5:7 υπερ ημων 91.4% ¦ — ᴄᴛ 3.5%

5:7 ετυθη ¦ εθυθη ꜱᴄʀ

5:8 ειλικρινειας ¦ ειλικρινιας ᴡʜ

§5:10 και ¦ — ᴄᴛ

*5:10 η ¦ και ᴄᴛ

5:10 οφειλετε ¦ ωφειλετε ᴄᴛ

5:11 νυνι ¦ νυν ᴀɴᴛ ᴄᴛ ʀᴘ

§5:12 και ¦ — ᴄᴛ

*5:13 κρινεῖ ¦ κρίνει ꜱʙʟ ᴛʀ ᴡʜ

5:13 και εξαρειτε ¦ εξαρατε ᴄᴛ