6
Lawsuits Among Believers
1 Τολμᾷ τις ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; 2 *ουκ ¦ η ουκ ᴄᴛ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι; καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; 3 οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά; 4 βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε; 5 πρὸς ἐντροπὴν ὑμῖν λέγω. οὕτως οὐκ †ενι ¦ εστιν ᴛʀ ἔνι ἐν ὑμῖν ‡σοφος ουδε εις ¦ ουδεις σοφος ᴄᴛ σοφός, οὐδὲ εἷς, ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ, 6 §αλλα ¦ αλλ ɴᴀ ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων; 7 ἤδη μὲν οὖν ὅλως ἥττημα *υμιν ¦ εν υμιν ᴛʀ ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε μεθ᾽ ἑαυτῶν. διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; 8 †αλλα ¦ αλλ ɴᴀ ᴘᴄᴋ ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ‡ταυτα ¦ τουτο ᴄᴛ ταῦτα ἀδελφούς.
9 Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι §βασιλειαν θεου ¦ θεου βασιλειαν ᴄᴛ βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι; μὴ πλανᾶσθε· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται 10 οὔτε *πλεονεκται ουτε κλεπται ουτε ¦ κλεπται ουτε πλεονεκται ουτε ᴛʀ ¦ κλεπται ουτε πλεονεκται ου ᴄᴛ πλεονέκται οὔτε κλέπται οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες—βασιλείαν Θεοῦ †ου 82.1% ¦ — ᴄᴛ 14.3% οὐ κληρονομήσουσι. 11 καὶ ταῦτά τινες ἦτε· ‡αλλα ¦ αλλ ɴᴀ ἀλλὰ ἀπελούσασθε, §αλλα ¦ αλλ ɴᴀ ᴘᴄᴋ ἀλλὰ ἡγιάσθητε, *αλλ ¦ αλλα ᴀɴᴛ ꜱʙʟ ᴛʜ ᴡʜ ἀλλ᾽ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου †ιησου ¦ ιησου χριστου ɴᴀ ¦ ημων ιησου χριστου ᴛʜ ᴡʜ Ἰησοῦ καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν.
Flee Fornication
12 Πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. 13 τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν, ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι· 14 ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. 15 οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. 16 ‡ουκ ¦ η ουκ ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν. 17 ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι. 18 φεύγετε τὴν πορνείαν· πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. 19 ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ; καὶ οὐκ ἐστὲ ἑαυτῶν, 20 ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν §και εν τω πνευματι υμων ατινα εστι του θεου 93.4% ¦ — ᴄᴛ 3.8% καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ Θεοῦ.
*6:2 ουκ ¦ η ουκ ᴄᴛ
†6:5 ενι ¦ εστιν ᴛʀ
‡6:5 σοφος ουδε εις ¦ ουδεις σοφος ᴄᴛ
§6:6 αλλα ¦ αλλ ɴᴀ
*6:7 υμιν ¦ εν υμιν ᴛʀ
†6:8 αλλα ¦ αλλ ɴᴀ ᴘᴄᴋ
‡6:8 ταυτα ¦ τουτο ᴄᴛ
§6:9 βασιλειαν θεου ¦ θεου βασιλειαν ᴄᴛ
*6:10 πλεονεκται ουτε κλεπται ουτε ¦ κλεπται ουτε πλεονεκται ουτε ᴛʀ ¦ κλεπται ουτε πλεονεκται ου ᴄᴛ
†6:10 ου 82.1% ¦ — ᴄᴛ 14.3%
‡6:11 αλλα ¦ αλλ ɴᴀ
§6:11 αλλα ¦ αλλ ɴᴀ ᴘᴄᴋ
*6:11 αλλ ¦ αλλα ᴀɴᴛ ꜱʙʟ ᴛʜ ᴡʜ
†6:11 ιησου ¦ ιησου χριστου ɴᴀ ¦ ημων ιησου χριστου ᴛʜ ᴡʜ
‡6:16 ουκ ¦ η ουκ ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
§6:20 και εν τω πνευματι υμων ατινα εστι του θεου 93.4% ¦ — ᴄᴛ 3.8%