4
Paul's Perseverance in Ministry
Διὰ τοῦτο ἔχοντες τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ *εκκακουμεν ¦ εγκακουμεν ᴄᴛ ἐκκακοῦμεν· αλλα ¦ αλλ ᴀɴᴛ ɴᴀ ᴛʀ ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστωντες ¦ συνιστανοντες ɴᴀ ꜱʙʟ ᴡʜ ¦ συνισταντες ᴛʜ συνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ Θεοῦ. Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον· ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ αὐγάσαι §αυτοις ¦ — ᴄᴛ αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ *θεου ʙpt ¦ θεου του αορατου ʙpt Θεοῦ. Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, αλλα χριστον ιησουν ¦ αλλ ιησουν χριστον ɴᴀ ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον· ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. Ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λαμψαι ¦ λαμψει ᴄᴛ λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ §ιησου ¦ — ꜱʙʟ ᴡʜ Ἰησοῦ Χριστοῦ.
Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι, ἀλλ᾽ οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ᾽ οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ᾽ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι, ἀλλ᾽ οὐκ ἀπολλύμενοι· 10 πάντοτε τὴν νέκρωσιν τοῦ *κυριου ¦ — ᴄᴛ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. 11 Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. 12 Ὥστε ὁ μεν ¦ — ᴄᴛ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.
13 Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον, Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν· 14 εἰδότες ὅτι ὁ ἐγείρας τὸν κυριον ¦ — ꜱʙʟ Κύριον Ἰησοῦν καὶ ἡμᾶς §δια ¦ συν ᴄᴛ διὰ Ἰησοῦ ἐγερεῖ, καὶ παραστήσει σὺν ὑμῖν. 15 Τὰ γὰρ πάντα δι᾽ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.
Living by Faith
16 Διὸ οὐκ *εκκακουμεν ¦ εγκακουμεν ᴄᴛ ἐκκακοῦμεν, ἀλλ᾽ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ᾽ ὁ εσωθεν ¦ εσω ημων ᴄᴛ ἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. 17 Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ημων ¦ — ᴡʜ ἡμῶν καθ᾽ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, 18 μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα αἰώνια.

*4:1 εκκακουμεν ¦ εγκακουμεν ᴄᴛ

4:2 αλλα ¦ αλλ ᴀɴᴛ ɴᴀ ᴛʀ

4:2 συνιστωντες ¦ συνιστανοντες ɴᴀ ꜱʙʟ ᴡʜ ¦ συνισταντες ᴛʜ

§4:4 αυτοις ¦ — ᴄᴛ

*4:4 θεου ʙpt ¦ θεου του αορατου ʙpt

4:5 αλλα χριστον ιησουν ¦ αλλ ιησουν χριστον ɴᴀ

4:6 λαμψαι ¦ λαμψει ᴄᴛ

§4:6 ιησου ¦ — ꜱʙʟ ᴡʜ

*4:10 κυριου ¦ — ᴄᴛ

4:12 μεν ¦ — ᴄᴛ

4:14 κυριον ¦ — ꜱʙʟ

§4:14 δια ¦ συν ᴄᴛ

*4:16 εκκακουμεν ¦ εγκακουμεν ᴄᴛ

4:16 εσωθεν ¦ εσω ημων ᴄᴛ

4:17 ημων ¦ — ᴡʜ