5
1 Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς. 2 Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες· 3 εἴ γε καὶ *ενδυσαμενοι ¦ εκδυσαμενοι ɴᴀ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα. 4 Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι· †εφ ω ¦ επειδη ꜱᴛ ἐφ᾽ ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ᾽ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. 5 Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεός, ὁ ‡και ¦ — ᴄᴛ καὶ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ Πνεύματος.
6 Θαρροῦντες οὖν πάντοτε, καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου— 7 διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους— 8 θαρροῦμεν δέ, καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον. 9 Διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες, εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι. 10 Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθόν, εἴτε §κακον 93.8% ¦ φαυλον ᴄᴛ 4.3% κακόν.
The Ministry of Reconciliation
11 Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου ἀνθρώπους πείθομεν, Θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι. 12 Οὐ *γαρ ¦ — ᴄᴛ γὰρ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, †αλλα ¦ αλλ ɴᴀ ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους καὶ ‡ου ¦ μη εν ᴄᴛ οὐ καρδίᾳ. 13 Εἴτε γὰρ ἐξέστημεν, Θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν. 14 Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι §ει ʙpt ¦ — ʙpt ᴄᴛ εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· 15 καὶ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ *αυτων ¦ παντων ᴘᴄᴋ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.
16 Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ †δε ¦ — ᴄᴛ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. 17 Ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδού, γέγονε ‡καινα τα παντα ʙ218 55.3% ¦ τα παντα καινα ʙ133 38.8% ¦ καινα ᴄᴛ 2.5% καινὰ τὰ πάντα. 18 Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ, τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ §ιησου ¦ — ᴄᴛ Ἰησοῦ Χριστοῦ, καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς· 19 ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος *εν ¦ — ᴘᴄᴋ ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. 20 Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ. 21 Τὸν †γαρ ¦ — ᴄᴛ γὰρ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς ‡γενωμεθα ¦ γινωμεθα ᴛʀ γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ.
*5:3 ενδυσαμενοι ¦ εκδυσαμενοι ɴᴀ
†5:4 εφ ω ¦ επειδη ꜱᴛ
‡5:5 και ¦ — ᴄᴛ
§5:10 κακον 93.8% ¦ φαυλον ᴄᴛ 4.3%
*5:12 γαρ ¦ — ᴄᴛ
†5:12 αλλα ¦ αλλ ɴᴀ
‡5:12 ου ¦ μη εν ᴄᴛ
§5:14 ει ʙpt ¦ — ʙpt ᴄᴛ
*5:15 αυτων ¦ παντων ᴘᴄᴋ
†5:16 δε ¦ — ᴄᴛ
‡5:17 καινα τα παντα ʙ218 55.3% ¦ τα παντα καινα ʙ133 38.8% ¦ καινα ᴄᴛ 2.5%
§5:18 ιησου ¦ — ᴄᴛ
*5:19 εν ¦ — ᴘᴄᴋ
†5:21 γαρ ¦ — ᴄᴛ
‡5:21 γενωμεθα ¦ γινωμεθα ᴛʀ