6
συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς— λέγει γάρ,
 
Καιρῷ δεκτῷ ἐπήκουσά σου,
καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι·
 
ἰδού, νῦν καιρὸς εὐπρόσδεκτος, ἰδού, νῦν ἡμέρα σωτηρίας— μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία· ἀλλ᾽ ἐν παντὶ *συνιστωντες ¦ συνισταντες ɴᴀ ᴛʜ ¦ συνιστανοντες ꜱʙʟ ᴡʜ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς· ὡς ἀγνοούμενοι, καὶ ἐπιγινωσκόμενοι· ὡς ἀποθνῄσκοντες, καὶ ἰδού, ζῶμεν· ὡς παιδευόμενοι, καὶ μὴ θανατούμενοι· 10 ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες· ὡς πτωχοί, πολλοὺς δὲ πλουτίζοντες· ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες.
11 Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται. 12 Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. 13 Τὴν δὲ αὐτὴν ἀντιμισθίαν—ὡς τέκνοις λέγω—πλατύνθητε καὶ ὑμεῖς.
Do Not Be Unequally Yoked
14 Μὴ γινεσθε ¦ γεινεσθε ᴛʜ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; τις δε ¦ η τις ᴄᴛ Τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος; 15 Τίς δὲ συμφώνησις §χριστω ¦ χριστου ᴄᴛ Χριστῷ πρὸς *βελιαρ ¦ βελιαλ ᴀɴᴛ ꜱᴄʀ Βελίαρ; Ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; 16 Τίς δὲ συγκαταθεσις ¦ συνκαταθεσις ᴡʜ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; υμεις … εστε ¦ ημεις … εσμεν ᴄᴛ Ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι
 
Ἐνοικήσω ἐν αὐτοῖς, καὶ §εμπεριπατησω ¦ ενπεριπατησω ᴡʜ ἐμπεριπατήσω·
καὶ ἔσομαι αὐτῶν Θεός,
καὶ αὐτοὶ ἔσονταί *μοι ¦ μου ᴄᴛ μοι λαός.
17 Διό, εξελθετε ¦ εξελθατε ᴀɴᴛ ᴄᴛ Ἐξέλθετε ἐκ μέσου αὐτῶν
καὶ ἀφορίσθητε, λέγει Κύριος,
καὶ ἀκαθάρτου μὴ ἅπτεσθε·
κἀγὼ εἰσδέξομαι ὑμᾶς,
18 καὶ ἔσομαι ὑμῖν εἰς πατέρα,
καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας,
λέγει Κύριος παντοκράτωρ.

*6:4 συνιστωντες ¦ συνισταντες ɴᴀ ᴛʜ ¦ συνιστανοντες ꜱʙʟ ᴡʜ

6:14 γινεσθε ¦ γεινεσθε ᴛʜ

6:14 τις δε ¦ η τις ᴄᴛ

§6:15 χριστω ¦ χριστου ᴄᴛ

*6:15 βελιαρ ¦ βελιαλ ᴀɴᴛ ꜱᴄʀ

6:16 συγκαταθεσις ¦ συνκαταθεσις ᴡʜ

6:16 υμεις … εστε ¦ ημεις … εσμεν ᴄᴛ

§6:16 εμπεριπατησω ¦ ενπεριπατησω ᴡʜ

*6:16 μοι ¦ μου ᴄᴛ

6:17 εξελθετε ¦ εξελθατε ᴀɴᴛ ᴄᴛ