7
1 ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.
Paul's Joy
2 Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν. 3 *ου προς κατακρισιν ¦ προς κατακρισιν ου ᴄᴛ Οὐ πρὸς κατάκρισιν λέγω· προείρηκα γάρ, ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ †συζην ¦ συνζην ᴛʜ ᴡʜ συζῆν. 4 Πολλή μοι παρρησία πρὸς ὑμᾶς, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν· πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν.
5 Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν, ἀλλ᾽ ἐν παντὶ θλιβόμενοι· ἔξωθεν μάχαι, ἔσωθεν φόβοι. 6 Ἀλλ᾽ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς, ὁ Θεός, ἐν τῇ παρουσίᾳ Τίτου· 7 οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφ᾽ ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε με μᾶλλον χαρῆναι. 8 Ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην· βλέπω ‡γαρ ¦ — ꜱʙʟ ᴡʜ γὰρ ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν, ἐλύπησεν ὑμᾶς. 9 Νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ᾽ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἐλυπήθητε γὰρ κατὰ Θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. 10 Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον §κατεργαζεται ¦ εργαζεται ᴄᴛ κατεργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται. 11 Ἰδοὺ γάρ, αὐτὸ τοῦτο, τὸ κατὰ Θεὸν λυπηθῆναι *υμας ¦ — ᴄᴛ ὑμᾶς, πόσην κατειργάσατο ὑμῖν σπουδήν, †αλλα ¦ αλλ ɴᴀ ἀλλὰ ἀπολογίαν, ‡αλλα ¦ αλλ ɴᴀ ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, §αλλα ¦ αλλ ɴᴀ ᴘᴄᴋ ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, *αλλα ¦ αλλ ɴᴀ ᴘᴄᴋ ᴛʀ ἀλλὰ ἐκδίκησιν. Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι †εν ¦ — ᴄᴛ ἐν τῷ πράγματι. 12 Ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ ‡εινεκεν ʙpt ¦ ενεκεν ʙpt ᴄᴛ εἵνεκεν τοῦ ἀδικήσαντος, §ουδε ¦ αλλ ουδε ᴡʜ οὐδὲ *εινεκεν ʙpt ¦ ενεκεν ʙpt ᴄᴛ εἵνεκεν τοῦ ἀδικηθέντος, ἀλλ᾽ †εινεκεν ʙpt ¦ ενεκεν ʙpt ᴄᴛ εἵνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ‡υμων την υπερ ημων ¦ ημων την υπερ υμων ꜱᴄʀ ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ Θεοῦ.
13 Διὰ τοῦτο παρακεκλήμεθα ἐπὶ §τη παρακλησει υμων περισσοτερως δε ʙ27 ¦ δε τη παρακλησει υμων περισσοτερως ʙ1 ᴀɴᴛ ʜꜰ ʀᴘ ¦ δε τη παρακλησει ημων περισσοτερως ᴄᴛ τῇ παρακλήσει ὑμῶν· περισσοτέρως δὲ μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν. 14 Ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι, οὐ κατῃσχύνθην· ἀλλ᾽ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν, οὕτω καὶ ἡ καύχησις ἡμῶν *η ¦ — ᴡʜ ἡ ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη. 15 Καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑμᾶς ἐστιν, ἀναμιμνῃσκομένου τὴν πάντων ὑμῶν ὑπακοήν, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. 16 †χαιρω ¦ χαιρω ουν ꜱᴄʀ Χαίρω ὅτι ἐν παντὶ θαρρῶ ἐν ὑμῖν.
*7:3 ου προς κατακρισιν ¦ προς κατακρισιν ου ᴄᴛ
†7:3 συζην ¦ συνζην ᴛʜ ᴡʜ
‡7:8 γαρ ¦ — ꜱʙʟ ᴡʜ
§7:10 κατεργαζεται ¦ εργαζεται ᴄᴛ
*7:11 υμας ¦ — ᴄᴛ
†7:11 αλλα ¦ αλλ ɴᴀ
‡7:11 αλλα ¦ αλλ ɴᴀ
§7:11 αλλα ¦ αλλ ɴᴀ ᴘᴄᴋ
*7:11 αλλα ¦ αλλ ɴᴀ ᴘᴄᴋ ᴛʀ
†7:11 εν ¦ — ᴄᴛ
‡7:12 εινεκεν ʙpt ¦ ενεκεν ʙpt ᴄᴛ
§7:12 ουδε ¦ αλλ ουδε ᴡʜ
*7:12 εινεκεν ʙpt ¦ ενεκεν ʙpt ᴄᴛ
†7:12 εινεκεν ʙpt ¦ ενεκεν ʙpt ᴄᴛ
‡7:12 υμων την υπερ ημων ¦ ημων την υπερ υμων ꜱᴄʀ
§7:13 τη παρακλησει υμων περισσοτερως δε ʙ27 ¦ δε τη παρακλησει υμων περισσοτερως ʙ1 ᴀɴᴛ ʜꜰ ʀᴘ ¦ δε τη παρακλησει ημων περισσοτερως ᴄᴛ
*7:14 η ¦ — ᴡʜ
†7:16 χαιρω ¦ χαιρω ουν ꜱᴄʀ