13
Final Warnings and Greetings
1 *τριτον ʙpt ¦ ιδου τριτον ʙptΤρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς. Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. 2 Προείρηκα καὶ προλέγω, ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν †γραφω ¦ — ᴄᴛ γράφω τοῖς προημαρτηκόσι καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι· 3 ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν· 4 καὶ γὰρ ‡ει ¦ — ᴄᴛ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. Καὶ γὰρ §ημεις ¦ και ημεις ꜱᴄʀ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ *ζησομεθα ¦ ζησομεν ᴄᴛ ζησόμεθα σὺν αὐτῷ ἐκ δυνάμεως Θεοῦ εἰς ὑμᾶς.
5 Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτούς, ὅτι †ιησους χριστος ¦ χριστος ιησους ᴛʜ Ἰησοῦς Χριστὸς ἐν ὑμῖν ‡εστιν ¦ — ᴄᴛ ἐστιν; Εἰ μήτι ἀδόκιμοί ἐστε. 6 Ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. 7 §ευχομαι ¦ ευχομεθα ᴄᴛ Εὔχομαι δὲ πρὸς τὸν Θεόν, μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ᾽ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. 8 Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, *αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ ἀλλ᾽ ὑπὲρ τῆς ἀληθείας. 9 Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· τοῦτο †δε ¦ — ᴄᴛ δὲ καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. 10 Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι, κατὰ τὴν ἐξουσίαν ἣν ‡εδωκε μοι ο κυριος ¦ ο κυριος εδωκε μοι ᴄᴛ ἔδωκέ μοι ὁ Κύριος εἰς οἰκοδομήν, καὶ οὐκ εἰς καθαίρεσιν.
11 Λοιπόν, ἀδελφοί, χαίρετε· καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε· καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ §ειρηνης ʙpt ¦ της ειρηνης ʙpt ᴘᴄᴋ εἰρήνης ἔσται μεθ᾽ ὑμῶν. 12 Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι. 13 Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες.
14 Ἡ χάρις τοῦ *κυριου ¦ κυριου ημων ᴘᴄᴋ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν.
†αμην ¦ — ᴄᴛ Ἀμήν.‡The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Κορινθίους δευτέρα ἐγράφη ἀπὸ Φιλίππων τῆς Μακεδονίας διὰ Τίτου καὶ Λουκᾶ.
*13:1 τριτον ʙpt ¦ ιδου τριτον ʙpt
†13:2 γραφω ¦ — ᴄᴛ
‡13:4 ει ¦ — ᴄᴛ
§13:4 ημεις ¦ και ημεις ꜱᴄʀ
*13:4 ζησομεθα ¦ ζησομεν ᴄᴛ
†13:5 ιησους χριστος ¦ χριστος ιησους ᴛʜ
‡13:5 εστιν ¦ — ᴄᴛ
§13:7 ευχομαι ¦ ευχομεθα ᴄᴛ
*13:8 αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
†13:9 δε ¦ — ᴄᴛ
‡13:10 εδωκε μοι ο κυριος ¦ ο κυριος εδωκε μοι ᴄᴛ
§13:11 ειρηνης ʙpt ¦ της ειρηνης ʙpt ᴘᴄᴋ
*13:14 κυριου ¦ κυριου ημων ᴘᴄᴋ
†13:14 αμην ¦ — ᴄᴛ
‡13:14 The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Κορινθίους δευτέρα ἐγράφη ἀπὸ Φιλίππων τῆς Μακεδονίας διὰ Τίτου καὶ Λουκᾶ.