ΠΡΟΣ
ΓΑΛΑΤΑΣ
ΕΠΙΣΤΟΛΗ
1
Greeting
Παῦλος ἀπόστολος οὐκ ἀπ᾽ ἀνθρώπων, οὐδὲ δι᾽ ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ, καὶ Θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρός, *και κυριου ημων ¦ ημων και κυριου ɴᴀ ᴡʜ καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ δόντος ἑαυτὸν περι ¦ υπερ ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴛʀ ᴡʜ περὶ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ενεστωτος αιωνος ¦ αιωνος του ενεστωτος ᴄᴛ ἐνεστῶτος αἰῶνος πονηροῦ, κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
No Other Gospel
Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον· ὃ οὐκ ἔστιν ἄλλο, εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. Ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ §ευαγγελιζηται υμιν ʙ174 48.5% ¦ ευαγγελιζεται υμιν ʙ159 ʜꜰ 39.7% ¦ υμιν ευαγγελιζηται ᴛʜ 1% ¦ ευαγγελισηται υμιν ᴡʜ 0.8% εὐαγγελίζηται ὑμῖν παρ᾽ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. Ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.
10 Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν Θεόν; Ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; Εἰ *γαρ ¦ — ᴄᴛ γὰρ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.
How Paul Became an Apostle
11 Γνωρίζω δε ¦ γαρ ɴᴀ ꜱʙʟ ᴡʜ δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ᾽ ἐμοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον. 12 Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, ουτε ¦ ουδε ᴛʜ οὔτε ἐδιδάχθην, ἀλλὰ δι᾽ ἀποκαλύψεως §ιησου ¦ — ᴘᴄᴋ Ἰησοῦ Χριστοῦ.
13 Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ᾽ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν· 14 καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. 15 Ὅτε δὲ εὐδόκησεν *ο θεος ¦ — ꜱʙʟ ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ, 16 ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι· 17 οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, αλλα ¦ αλλ ɴᴀ ᴛʀ ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.
18 Ἔπειτα μετὰ ετη τρια ¦ τρια ετη ᴡʜ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι §πετρον 97.7% ¦ κηφαν ᴄᴛ 2.3% Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε. 19 Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου. 20 Ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ Θεοῦ ὅτι οὐ ψεύδομαι. 21 Ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας. 22 Ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ· 23 μόνον δὲ ἀκούοντες ἦσαν ὅτι Ὁ διώκων ἡμᾶς ποτε, νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει. 24 Καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν Θεόν.

*1:3 και κυριου ημων ¦ ημων και κυριου ɴᴀ ᴡʜ

1:4 περι ¦ υπερ ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴛʀ ᴡʜ

1:4 ενεστωτος αιωνος ¦ αιωνος του ενεστωτος ᴄᴛ

§1:8 ευαγγελιζηται υμιν ʙ174 48.5% ¦ ευαγγελιζεται υμιν ʙ159 ʜꜰ 39.7% ¦ υμιν ευαγγελιζηται ᴛʜ 1% ¦ ευαγγελισηται υμιν ᴡʜ 0.8%

*1:10 γαρ ¦ — ᴄᴛ

1:11 δε ¦ γαρ ɴᴀ ꜱʙʟ ᴡʜ

1:12 ουτε ¦ ουδε ᴛʜ

§1:12 ιησου ¦ — ᴘᴄᴋ

*1:15 ο θεος ¦ — ꜱʙʟ

1:17 αλλα ¦ αλλ ɴᴀ ᴛʀ

1:18 ετη τρια ¦ τρια ετη ᴡʜ

§1:18 πετρον 97.7% ¦ κηφαν ᴄᴛ 2.3%