3
The Preaching of John the Baptist
1 Ἐν *ταις ʙ28 ¦ δε ταις ʙ16 ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ ταῖς ἡμέραις ἐκείναις παραγίνεται †ιωαννης ¦ ιωανης ᴡʜ Ἰωάννης ὁ βαπτιστής, κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, 2 ‡και ¦ — ᴡʜ καὶ λέγων, Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. 3 οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς §υπο ¦ δια ᴄᴛ ὑπὸ Ἡσαΐου τοῦ προφήτου, λέγοντος,
Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ,
Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου·
εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
4 αὐτὸς δὲ ὁ *ιωαννης ¦ ιωανης ᴡʜ Ἰωάννης εἶχε τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ· ἡ δὲ τροφὴ †αυτου ην ¦ ην αυτου ᴄᴛ αὐτοῦ ἦν ἀκρίδες καὶ μέλι ἄγριον. 5 τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου· 6 καὶ ἐβαπτίζοντο ἐν τῷ ‡ιορδανη ¦ ιορδανη ποταμω ᴄᴛ Ἰορδάνῃ ὑπ᾽ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
7 Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα §αυτου ¦ — ᴡʜ αὐτοῦ, εἶπεν αὐτοῖς, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; 8 ποιήσατε οὖν *καρπον αξιον ¦ καρπους αξιους ᴛʀ καρπὸν ἄξιον τῆς μετανοίας· 9 καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἁβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἁβραάμ. 10 ἤδη δὲ †και ¦ — ᴄᴛ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
11 Ἐγὼ μὲν ‡βαπτιζω υμας ¦ υμας βαπτιζω ᴄᴛ βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι §αγιω ¦ αγιω και πυρι ᴀɴᴛ ᴄᴛ ᴛʀ Ἁγίῳ. 12 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
The Baptism of Jesus
13 Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν *ιωαννην ¦ ιωανην ᴡʜ Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ. 14 ὁ δὲ †ιωαννης ¦ — ᴡʜ Ἰωάννης διεκώλυεν αὐτόν, λέγων, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; 15 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπε ‡προς αυτον ¦ αυτω ᴡʜ πρὸς αὐτόν, Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν. 16 §και βαπτισθεις ¦ βαπτισθεις δε ᴄᴛ καὶ βαπτισθεὶς ὁ Ἰησοῦς *ανεβη ευθυς ¦ ευθυς ανεβη ᴄᴛ ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδού, †ανεωχθησαν ¦ ηνεωχθησαν ɴᴀ ꜱʙʟ ᴡʜ ἀνεῴχθησαν ‡αυτω 99.3% ¦ — ꜱʙʟ ᴡʜ 0.3% αὐτῷ οἱ οὐρανοί, καὶ εἶδε §το πνευμα του 99.5% ¦ πνευμα ꜱʙʟ ᴡʜ 0.1% τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν *και ¦ — ꜱʙʟ ᴡʜ καὶ ἐρχόμενον ἐπ᾽ αὐτόν. 17 καὶ ἰδού, φωνὴ ἐκ τῶν οὐρανῶν, λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.
*3:1 ταις ʙ28 ¦ δε ταις ʙ16 ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
†3:1 ιωαννης ¦ ιωανης ᴡʜ
‡3:2 και ¦ — ᴡʜ
§3:3 υπο ¦ δια ᴄᴛ
*3:4 ιωαννης ¦ ιωανης ᴡʜ
†3:4 αυτου ην ¦ ην αυτου ᴄᴛ
‡3:6 ιορδανη ¦ ιορδανη ποταμω ᴄᴛ
§3:7 αυτου ¦ — ᴡʜ
*3:8 καρπον αξιον ¦ καρπους αξιους ᴛʀ
†3:10 και ¦ — ᴄᴛ
‡3:11 βαπτιζω υμας ¦ υμας βαπτιζω ᴄᴛ
§3:11 αγιω ¦ αγιω και πυρι ᴀɴᴛ ᴄᴛ ᴛʀ
*3:13 ιωαννην ¦ ιωανην ᴡʜ
†3:14 ιωαννης ¦ — ᴡʜ
‡3:15 προς αυτον ¦ αυτω ᴡʜ
§3:16 και βαπτισθεις ¦ βαπτισθεις δε ᴄᴛ
*3:16 ανεβη ευθυς ¦ ευθυς ανεβη ᴄᴛ
†3:16 ανεωχθησαν ¦ ηνεωχθησαν ɴᴀ ꜱʙʟ ᴡʜ
‡3:16 αυτω 99.3% ¦ — ꜱʙʟ ᴡʜ 0.3%
§3:16 το πνευμα του 99.5% ¦ πνευμα ꜱʙʟ ᴡʜ 0.1%
*3:16 και ¦ — ꜱʙʟ ᴡʜ