4
The Temptation of Jesus
Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. καὶ νηστεύσας ἡμέρας *τεσσαρακοντα ¦ τεσσερακοντα ᴄᴛ τεσσαράκοντα καὶ νύκτας τεσσαρακοντα ¦ τεσσερακοντα ᴄᴛ τεσσαράκοντα, ὕστερον ἐπείνασε. καὶ προσελθὼν αυτω ο πειραζων ειπεν ¦ ο πειραζων ειπεν αυτω ᴄᴛ αὐτῷ ὁ πειράζων εἶπεν, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, §ειπε ¦ ειπον ᴡʜ εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. ὁ δὲ ἀποκριθεὶς εἶπε, Γέγραπται,
 
Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται *ανθρωπος ¦ ο ανθρωπος ᴄᴛ ἄνθρωπος,
ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.
 
τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ιστησιν ¦ εστησεν ᴄᴛ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ λέγει αὐτῷ, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι
 
Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ·
 
καί,
 
Ἐπὶ χειρῶν ἀροῦσί σε,
μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
 
ἔφη αὐτῷ ὁ Ἰησοῦς, Πάλιν γέγραπται, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν, καὶ λεγει ¦ ειπεν ᴄᴛ λέγει αὐτῷ, Ταῦτα §παντα σοι ¦ σοι παντα ᴄᴛ πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. 10 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὕπαγε *οπισω μου 87.6% ¦ — ᴄᴛ ᴛʀ 11.7% ὀπίσω μου, Σατανᾶ· γέγραπται γάρ,
 
Κύριον τὸν Θεόν σου προσκυνήσεις,
καὶ αὐτῷ μόνῳ λατρεύσεις.
 
11 τότε ἀφίησιν αὐτὸν ὁ διάβολος· καὶ ἰδού, ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
Jesus Begins His Ministry
12 Ἀκούσας δὲ ο ιησους ¦ — ᴄᴛ ὁ Ἰησοῦς ὅτι ιωαννης ¦ ιωανης ᴡʜ Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν· 13 καὶ καταλιπὼν τὴν §ναζαρετ ¦ ναζαρεθ ꜱᴄʀ ¦ ναζαρα ᴄᴛ Ναζαρέτ, ἐλθὼν κατῴκησεν εἰς *καπερναουμ ¦ καφαρναουμ ᴄᴛ Καπερναοὺμ τὴν παραθαλασσίαν, ἐν ὁρίοις Ζαβουλὼν καὶ νεφθαλειμ ¦ νεφθαλιμ ɴᴀ ꜱʙʟ Νεφθαλείμ· 14 ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου, λέγοντος,
 
15 Γῆ Ζαβουλὼν καὶ γῆ νεφθαλειμ ¦ νεφθαλιμ ɴᴀ ꜱʙʟ Νεφθαλείμ,
ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν,
16 ὁ λαὸς ὁ καθήμενος ἐν §σκοτει ¦ σκοτια ꜱʙʟ ᴛʜ ᴡʜ σκότει
*ειδε φως ¦ φως ειδε ᴄᴛ εἶδε φῶς μέγα,
καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου,
φῶς ἀνέτειλεν αὐτοῖς.
 
17 Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν, Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
Jesus Calls His First Disciples
18 Περιπατῶν δε ¦ δε ο ιησους ᴛʀ δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ αλιεις ¦ αλεεις ᴛʜ ᴡʜ ἁλιεῖς. 19 καὶ λέγει αὐτοῖς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς §αλιεις ¦ αλεεις ᴛʜ ᴡʜ ἁλιεῖς ἀνθρώπων. 20 οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. 21 καὶ προβὰς ἐκεῖθεν, εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ *ιωαννην ¦ ιωανην ᴡʜ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν, καταρτίζοντας τὰ δίκτυα αὐτῶν· καὶ ἐκάλεσεν αὐτούς. 22 οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.
Jesus Ministers to Great Crowds
23 Καὶ περιῆγεν ολην την γαλιλαιαν ο ιησους 90.4% ¦ ο ιησους ολην την γαλιλαιαν ᴍꜱꜱ 7.7% ¦ ο ιησους εν ολη τη γαλιλαια ᴛʜ 0.1% ¦ εν ολη τη γαλιλαια ɴᴀ ꜱʙʟ ᴡʜ 0.1% ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. 24 καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, και ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ καὶ δαιμονιζομένους, καὶ σεληνιαζομένους, καὶ παραλυτικούς· καὶ ἐθεράπευσεν αὐτούς. 25 καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.

*4:2 τεσσαρακοντα ¦ τεσσερακοντα ᴄᴛ

4:2 τεσσαρακοντα ¦ τεσσερακοντα ᴄᴛ

4:3 αυτω ο πειραζων ειπεν ¦ ο πειραζων ειπεν αυτω ᴄᴛ

§4:3 ειπε ¦ ειπον ᴡʜ

*4:4 ανθρωπος ¦ ο ανθρωπος ᴄᴛ

4:5 ιστησιν ¦ εστησεν ᴄᴛ

4:9 λεγει ¦ ειπεν ᴄᴛ

§4:9 παντα σοι ¦ σοι παντα ᴄᴛ

*4:10 οπισω μου 87.6% ¦ — ᴄᴛ ᴛʀ 11.7%

4:12 ο ιησους ¦ — ᴄᴛ

4:12 ιωαννης ¦ ιωανης ᴡʜ

§4:13 ναζαρετ ¦ ναζαρεθ ꜱᴄʀ ¦ ναζαρα ᴄᴛ

*4:13 καπερναουμ ¦ καφαρναουμ ᴄᴛ

4:13 νεφθαλειμ ¦ νεφθαλιμ ɴᴀ ꜱʙʟ

4:15 νεφθαλειμ ¦ νεφθαλιμ ɴᴀ ꜱʙʟ

§4:16 σκοτει ¦ σκοτια ꜱʙʟ ᴛʜ ᴡʜ

*4:16 ειδε φως ¦ φως ειδε ᴄᴛ

4:18 δε ¦ δε ο ιησους ᴛʀ

4:18 αλιεις ¦ αλεεις ᴛʜ ᴡʜ

§4:19 αλιεις ¦ αλεεις ᴛʜ ᴡʜ

*4:21 ιωαννην ¦ ιωανην ᴡʜ

4:23 ολην την γαλιλαιαν ο ιησους 90.4% ¦ ο ιησους ολην την γαλιλαιαν ᴍꜱꜱ 7.7% ¦ ο ιησους εν ολη τη γαλιλαια ᴛʜ 0.1% ¦ εν ολη τη γαλιλαια ɴᴀ ꜱʙʟ ᴡʜ 0.1%

4:24 και ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ