2
Teach Sound Doctrine
Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ· πρεσβύτας *νηφαλεους ʙpt ¦ νηφαλαιους ʙpt ¦ νηφαλιους ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ νηφαλέους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ· πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους, μη ¦ μηδε ꜱʙʟ ᴛʜ ᴡʜ μὴ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους, ἵνα σωφρονιζωσι ¦ σωφρονιζουσι ᴛʜ σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, σώφρονας, ἁγνάς, §οικουρους ¦ οικουργους ᴄᴛ οἰκουρούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται· τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν· περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ *αδιαφθοριαν σεμνοτητα αφθαρσιαν 68% ¦ αδιαφθοριαν σεμνοτητα ᴍꜱꜱ 9.6% ¦ αδιαφοριαν σεμνοτητα αφθαρσιαν ᴍꜱꜱ 6.2% ¦ αφθοριαν σεμνοτητα ᴄᴛ 3.1% ἀδιαφθορίαν, σεμνότητα, ἀφθαρσίαν, λόγον ὑγιῆ, ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων περι ημων λεγειν ¦ λεγειν περι ημων ᴄᴛ περὶ ημων ¦ υμων ᴛʀ ἡμῶν λέγειν φαῦλον. Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, 10 μὴ νοσφιζομένους, ἀλλὰ §πιστιν πασαν ενδεικνυμενους 79.8% ¦ πασαν πιστιν ενδεικνυμενους ᴄᴛ 8.8% ¦ πιστιν πασαν επιδεικνυμενους ᴍꜱꜱ 5.5% πίστιν πᾶσαν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν *του ¦ την του ᴄᴛ τοῦ σωτῆρος ημων ¦ υμων ꜱᴛ ἡμῶν Θεοῦ κοσμῶσιν ἐν πᾶσιν.
11 Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ η ¦ — ᴄᴛ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, 12 παιδεύουσα ἡμᾶς ἵνα, ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, 13 προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν §ιησου χριστου ¦ χριστου ιησου ᴡʜ Ἰησοῦ Χριστοῦ, 14 ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. 15 Ταῦτα λάλει, καὶ παρακάλει, καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς. Μηδείς σου περιφρονείτω.

*2:2 νηφαλεους ʙpt ¦ νηφαλαιους ʙpt ¦ νηφαλιους ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ

2:3 μη ¦ μηδε ꜱʙʟ ᴛʜ ᴡʜ

2:4 σωφρονιζωσι ¦ σωφρονιζουσι ᴛʜ

§2:5 οικουρους ¦ οικουργους ᴄᴛ

*2:7 αδιαφθοριαν σεμνοτητα αφθαρσιαν 68% ¦ αδιαφθοριαν σεμνοτητα ᴍꜱꜱ 9.6% ¦ αδιαφοριαν σεμνοτητα αφθαρσιαν ᴍꜱꜱ 6.2% ¦ αφθοριαν σεμνοτητα ᴄᴛ 3.1%

2:8 περι ημων λεγειν ¦ λεγειν περι ημων ᴄᴛ

2:8 ημων ¦ υμων ᴛʀ

§2:10 πιστιν πασαν ενδεικνυμενους 79.8% ¦ πασαν πιστιν ενδεικνυμενους ᴄᴛ 8.8% ¦ πιστιν πασαν επιδεικνυμενους ᴍꜱꜱ 5.5%

*2:10 του ¦ την του ᴄᴛ

2:10 ημων ¦ υμων ꜱᴛ

2:11 η ¦ — ᴄᴛ

§2:13 ιησου χριστου ¦ χριστου ιησου ᴡʜ