3
Be Ready for Every Good Work
1 Ὑπομίμνῃσκε αὐτοὺς ἀρχαῖς *και ¦ — ᴄᴛ καὶ ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι, 2 μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους †πραοτητα ¦ πραυτητα ᴄᴛ πρᾳότητα πρὸς πάντας ἀνθρώπους. 3 Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, ‡μισουντες ¦ μεισουντες ᴛʜ μισοῦντες ἀλλήλους. 4 Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν Θεοῦ, 5 οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ §ων ¦ α ᴄᴛ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ *τον αυτου ελεον ¦ το αυτου ελεος ᴄᴛ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς, διὰ λουτροῦ †παλιγγενεσιας ¦ παλινγενεσιας ᴛʜ ᴡʜ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος Ἁγίου, 6 οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως, διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, 7 ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι ‡γενωμεθα ¦ γενηθωμεν ᴄᴛ γενώμεθα κατ᾽ ἐλπίδα ζωῆς αἰωνίου. 8 Πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες §θεω ¦ τω θεω ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ Θεῷ. Ταῦτά ἐστι *τα ¦ — ᴄᴛ τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· 9 μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ †ερεις ¦ ερις ᴘᴄᴋ ¦ εριν ᴡʜ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. 10 Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, 11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος.
Final Instructions and Greetings
12 Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. 13 Ζηνᾶν τὸν νομικὸν καὶ ‡απολλω ¦ απολλων ᴄᴛ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. 14 Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.
15 Ἀσπάζονταί σε οἱ μετ᾽ ἐμοῦ πάντες. Ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει.
Ἡ χάρις μετὰ πάντων ὑμῶν.
§αμην ¦ — ᴄᴛ Ἀμήν.*The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Τίτον τῆς Κρητῶν ἐκκλησίας πρῶτον ἐπίσκοπον χειροτονηθέντα ἐγράφη ἀπὸ Νικοπόλεως τῆς Μακεδονίας.
*3:1 και ¦ — ᴄᴛ
†3:2 πραοτητα ¦ πραυτητα ᴄᴛ
‡3:3 μισουντες ¦ μεισουντες ᴛʜ
§3:5 ων ¦ α ᴄᴛ
*3:5 τον αυτου ελεον ¦ το αυτου ελεος ᴄᴛ
†3:5 παλιγγενεσιας ¦ παλινγενεσιας ᴛʜ ᴡʜ
‡3:7 γενωμεθα ¦ γενηθωμεν ᴄᴛ
§3:8 θεω ¦ τω θεω ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ
*3:8 τα ¦ — ᴄᴛ
†3:9 ερεις ¦ ερις ᴘᴄᴋ ¦ εριν ᴡʜ
‡3:13 απολλω ¦ απολλων ᴄᴛ
§3:15 αμην ¦ — ᴄᴛ
*3:15 The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Τίτον τῆς Κρητῶν ἐκκλησίας πρῶτον ἐπίσκοπον χειροτονηθέντα ἐγράφη ἀπὸ Νικοπόλεως τῆς Μακεδονίας.