3
The Apostle and High Priest of our confession
Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν Ἀπόστολον καὶ Ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, Ἰησοῦν Χριστόν,* πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν, ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Πλείονος γὰρ δόξης οὗτος§ παρὰ Μωϋσῆν ἠξίωται, καθ᾿ ὅσον* πλείονα τιμὴν ἔχει τοῦ οἴκου κατασκευάσας αὐτόν πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, δὲ τὰ πάντα κατασκευάσας Θεός καί, Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων, Χριστὸς δὲ ὡς Υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐάνπερ τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν§ κατάσχωμεν.
The Holy Spirit’s warning
Διόκαθὼς λέγει τὸ Πνεῦμα τὸ Ἅγιον· «Σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με* οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη. 10 Διὸ προσώχθισα§ τῇ γενεᾷ ἐκείνῃ* καὶ εἶπον,Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου›· 11 ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, ‹Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου› »— 12 βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος· 13 ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ᾿ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸΣήμερονκαλεῖται, ἵνα μὴ σκληρυνθῇ ἐξ ὑμῶν τις ἀπάτῃ τῆς ἁμαρτίας. 14 Μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ,§ ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν, 15 ἐν τῷ λέγεσθαι, «Σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ 16 Τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; Ἀλλ᾿ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέος;* 17 Τίσιν δὲ προσώχθισεν τεσσαράκοντα ἔτη; Οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; 18 Τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασιν; 19 Καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν διὰ§ ἀπιστίαν.
* 3:1 ιησουν χριστον f35 [97%] RP,HF,OC,CP ¦ 1 𝕻46ℵA,B,C [3%] NU ¦ ~ 21 TR 3:2 μωυσης rell ¦ μωσης ℵA,B [10%] TR (TR has the short form of the name throughout the book; the attestation varies, but does not exceed 25%.) 3:2 ολω f35 ℵA,C [98%] RP,HF,OC,TR,CP[NU] ¦ — 𝕻13,46vB [2%] § 3:3 δοξης ουτος f35 𝕻13 [97%] RP,HF,OC,TR,CP ¦ ~ 21 𝕻46vℵA,B,C [3%] NU * 3:3 καθ᾿ ὁσον rell ¦ καθόσον f35 [30%] (I include this for the record, and so as not to lose sight of it, but since there is evidently no difference in meaning I stay with the conventional pointing. Because of the theta there is no ambiguity.) 3:4 τα f35 [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻13,46ℵA,B,C [3%] NU 3:6 εανπερ f35 𝕻46A,C [97%] RP,HF,OC,TR,CP[NU] ¦ εαν 𝕻13B [3%] ¦ καν ℵ § 3:6 μεχρι τελους βεβαιαν f35 ℵA,C (98%) RP,HF,OC,TR,CP ¦ 3 (1.2%) ¦ — 𝕻13,46B (0.8%) NU * 3:9 με f35 [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻13,46ℵA,B,C [3%] NU 3:9 εδοκιμασαν με f35 [97%] RP,HF,OC,TR,CP ¦ εν δοκιμασια 𝕻13,46ℵA,B,C [3%] NU 3:9 τεσσαρακοντα f35 [97%] RP,HF,OC,TR,CP ¦ τεσσερακοντα (𝕻13)𝕻46ℵA,B,C [3%] NU § 3:10 προσωχθισα rell ¦ προσωχθησα [15%] * 3:10 εκεινη f35 C [97%] RP,HF,OC,TR,CP ¦ ταυτη 𝕻13,46ℵA,B [3%] NU 3:10 ειπον rell ¦ ειπα CP 3:13 εξ υμων τις f35 B [90%] RP,HF,OC,CP ¦ ~ 312 𝕻13ℵA,C [10%] TR,NU § 3:14 γεγοναμεν του χριστου f35 [95%] RP,HF,OC,TR,CP ¦ ~ 231 (𝕻13)𝕻46ℵA,B,C [5%] NU * 3:16 μωυσεος f35 [40%] CP ¦ μωυσεως ℵB,C [45%] RP,HF,OC,NU ¦ μωσεως A [15%] TR 3:17 τεσσαρακοντα f35 [98%] RP,HF,OC,TR,CP ¦ τεσσερακοντα 𝕻46ℵA,B,C [2%] NU 3:17 επεσεν rell ¦ επεσον [18%] ¦ επεσαν [2%] § 3:19 δια f35 C [40%] ¦ δι rell