4
Φοβηθῶμεν οὖν, μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ* τις ἐξ ὑμῶν ὑστερηκέναι.
There is still a promised rest
Καί, γάρ ἐσμεν εὐηγγελισμένοι καθάπερ κἀκεῖνοι, ἀλλ᾿ οὐκ ὠφέλησεν λόγος τῆς ἀκοῆς ἐκείνους, μὴ συγκεκραμένους τῇ πίστει τοῖς ἀκούσασιν. Εἰσερχόμεθα γὰρ εἰς τὴν§ κατάπαυσιν οἱ πιστεύσαντες, καθὼς εἴρηκεν, «Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, ‹Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου› »—καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων, εἴρηκεν γάρ που περὶ τῆς ἑβδόμης οὕτως, «Καὶ κατέπαυσεν Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ»· καὶ ἐν τούτῳ, πάλιν, «Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου Ἐπεὶ οὖν ἀπολείπεται τινὰς εἰσελθεῖν εἰς αὐτήν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι᾿ ἀπείθειαν, πάλιν τινὰ ὁρίζει ἡμέραν, «Σήμερονἐν Δαυὶδ λέγων, μετὰ τοσοῦτον χρόνον (καθὼς εἴρηται),* «Σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν Εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας. Ἄρα, ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ. 10  γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων Θεός.
We must give an account
11 Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας. 12 Ζῶν γὰρ λόγος τοῦ Θεοῦ καὶ ἐνεργής, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν· καί, κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. 13 Καὶ οὐκ ἔστιν κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν λόγος.
We have a Great High Priest
14 Ἔχοντες οὖν Ἀρχιερέα Μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας. 15 Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον§ δὲ κατὰ πάντα, καθ᾿ ὁμοιότητα, χωρὶς ἁμαρτίας. 16 Προσερχώμεθα* οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεον καὶ χάριν εὕρωμεν, εἰς εὔκαιρον βοήθειαν.
* 4:1 δοκη rell ¦ δοκει [25%] 4:2 κακεινοι f35 𝕻46ℵA,B,C [90%] RP,HF,OC,TR,NU ¦ εκεινοι [10%] CP 4:2 συγκεκραμενους f35 [83%] RP,HF,OC,CP [συγκεκραμμενους 10%] ¦ συγκεκραμενος TR ¦ συγκεκερασμενους (𝕻46A,B)C [7%] NU ¦ συνκεκερασμενος ℵ § 4:3 την f35 ℵA,C [99%] RP,HF,OC,TR,CP[NU] ¦ — 𝕻13v,46B [1%] * 4:7 ειρηται f35 [92%] RP,HF,OC,TR,CP ¦ προειρηται 𝕻46ℵA,C [5%] NU ¦ προειρηκεν B [3%] 4:8 αυτους f35 𝕻46ℵA,B,C [85%] RP,HF,OC,TR,NU ¦ 1 ο [5%] ¦ αυτος [10%] CP 4:12 τε f35 [90%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [10%] NU § 4:15 πεπειραμενον f35 C [98%] RP,HF,OC,TR,CP ¦ πεπειρασμενον 𝕻46vℵA,B [2%] NU * 4:16 προσερχωμεθα rell ¦ προσερχομεθα [25%] 4:16 ελεον f35 [96%] RP,HF,OC,TR,CP ¦ ελεος 𝕻46ℵA,B,C [4%] NU