9
Τί μέλλεις, ὦ τύραννε; ἕτοιμοι γάρ ἐσμεν ἀποθνήσκειν, ἢ παραβαίνειν τὰς πατρίους ἡμῶν ἐντολάς. Καὶ αἰσχυνόμεθα γὰρ τοὺς προγόνους εἰκότως, εἰ μὴ τῇ τοῦ νόμου εὐπειθείᾳ καὶ συμβούλῳ γνώσει χρησαίμεθα.
Σύμβουλε τύραννε παρανομίας, μὴ ἡμᾶς μισῶν ὑπὲρ αὐτοὺς ἡμᾶς ἐλέα. Χαλεπώτερον γὰρ αὐτοὺς τοῦ θανάτου νομίζομεν εἶναί σου τὸν ἐπὶ τῇ παρανόμῳ σωτηρίᾳ ἡμῶν ἔλεον. Ἐκφοβεῖς δὲ ἡμᾶς, τὸν διὰ τῶν βασάνων ἡμῖν θάνατον ἀπειλῶν, ὥσπερ οὐχὶ πρὸ βραχέως παρὰ Ἐλεαζάρου μαθών. Εἰ δʼ οἱ γέροντες τῶν Ἑβραίων διὰ τὴν εὐσέβειαν καὶ βασανισμὸυς ὑπομείναντες ἀπέθανον, ἀποθάνοιμεν ἂν δικαιότερον ἡμεῖς οἱ νέοι, τὰς βασάνους τῶν σῶν ἀναγκῶν ὑπεριδόντες, ἃς καὶ ὁ παιδευτὴς γέρων ἐνίκησεν.
Πείραζε γαροῦν τύραννε· καὶ τὰς ἡμῶν ψυχὰς εἰ θανατώσεις διὰ τὴν εὐσέβειαν, μὴ νομίσῃς ἡμᾶς βλάπτειν βασανίζων. Ἡμεῖς μὲν γὰρ διὰ τῆσδε τῆς κακοπαθείας καὶ ὑπομονῆς, τὰ τῆς ἀρετῆς ἆθλα οἴσομεν. Σὺ δὲ διὰ τὴν ἡμῶν μιαροφονίαν αὐτάρχη καρτερήσεις περὶ τῆς θείας δίκης αἰώνιον βάσανον διὰ πυρός.
10 Ταῦτα αὐτῶν εἰπόντων, οὐ μόνον ὡς κατὰ ἀπειθούντων ἐχαλέπαινεν ὁ τύραννος, ἀλλʼ ὡς καὶ κατὰ ἀχαρίστων ὠργίσθη. 11 Ὅθεν τὸν πρεσβύτατον αὐτῶν κελευθέντες παρήγαγον οἱ μαστισταὶ, καὶ διαῤῥήξαντες τὸν χιτῶνα διέδησαν τὰς χεῖρας αὐτοῦ καὶ τοὺς βραχίονας ἱμᾶσιν ἑκατέρωθεν. 12 Ὡς δὲ τύπτοντες ταῖς μάστιξιν ἐκοπίασαν, μηδὲν ἀνύοντες, ἀνέβαλον αὐτὸν ἐπὶ τὸν τροχόν. 13 Περὶ ὃν κατατεινόμενος ὁ εὐγενὴς νεανίας, ἔξαρθρος ἐγίνετο. 14 Καὶ κατὰ πᾶν μέλος κλώμενος κατηγόρει, λέγων,
15 Τύραννε μιαιρώτατε, καὶ τῆς οὐρανίου δίκης ἐχθρὲ, καὶ ὠμόφρον, οὐκ ἀνδροφονήσαντά με τοῦτον καταικίζεις τὸν τρόπον, οὐδὲ ἀσεβήσαντα, ἀλλα θείου νόμου προασπίζοντα. 16 Καὶ τῶν δορυφόρων λεγόντων, ὁμολόγησον φαγεῖν, οὕπως ἀπαλλαγῇς τῶν βασάνων, 17 ὁ δὲ εἶπεν, οὐχ οὕτως ἰσχυρὸς ὑμῶν ἐστιν ὁ τρόπος, ὦ μιαιροὶ διὰκονοι, ὥστε μου τὸν λογισμὸν ἄξαι· τέμνετέ μου μέλη, καὶ πυροῦτε τὰς σάρκας, καὶ στρεβλοῦτε τὰ ἄρθρα. 18 Διὰ πασῶν γὰρ ὑμᾶς πείσω τῶν βασάνων· ὅτι μόνοι παῖδες Ἑβραίων ὑπὲρ ἀρετῆς εἰσιν ἀνίκητοι.
19 Ταῦτα λέγοντες εἰς πῦρ ἐπέτρωσαν, καὶ διερεθίζοντες, τὸν τροχὸν προσεπικατέτεινον. 20 Ἐμολύνετο δὲ πάντοθεν αἵματι ὁ τρόχος, καὶ ὁ σωρὸς τῆς ἀνθρακιᾶς τοῖς τῶν ἰχώρων ἐσβέννυτο σταλαγμοῖς, καὶ περὶ τοὺς αὔξονας τοῦ ὀργάνου περιέῤῥεον αἱ σάρκες.
21 Καὶ περιτετηκμένον ἤδη ἔχων τὸ τῶν ὀστέων πῆγμα ὁ μεγαλόφρων καὶ Ἀβραμιαῖος νεανίας οὐκ ἐστέναξεν. 22 Ἀλλʼ ὥσπερ ἐν πυρὶ μετασχηματιζόμενος εἰς ἀφθαρσίαν, ὑπέμεινεν εὐγενῶς τὰς στρέβλας. 23 Μιμήσασθέ με, ἀδελφοὶ, λέγων· μή μου τὸν αἰῶνα λειποτακτήσητε, μηδʼ ἐξομόσησθέ μου τὴν τῆς εὐψυχίας ἀδελφότητα· ἱερὰν καὶ εὐγενῆ στρατείαν στρατεύσασθε περὶ τῆς εὐσεβείας. 24 Διʼ ἧς ἷλεως ἡ δικαία καὶ πάτριος ἡμῶν πρόνοια τῷ ἔθνει γενηθεῖσα τιμωρήσειεν τὸν ἀλάστορα τύραννον. 25 Καὶ ταῦτα εἰπὼν ὁ ἱεροπρεπὴς νεανίας, ἀπέῤῥηξεν τὴν ψυχήν.
26 Θαυμασάντων δὲ πάντων τὴν καρτεροψυχίαν αὐτοῦ, ἦγον οἱ δορυφόροι τὸν καθʼ ἡλικίαν τοῶ προτέρου δεύτερον, καὶ σιδηρᾶς ἐναρμοσάμενοί χεῖρας, ὀξέσιν τοῖς ὄνυξιν, τοῖς ὀργάνοις καταπέλτῃ προσέδησαν αὐτόν. 27 Ὡς δὲ, εἰ φαγεῖν βούλοιτο πρὶν βασανίζεσθαι πυνθανόμενοι, τὴν εὐγενῆ γνώμην ἤκουσαν· 28 ἀπὸ τῶν τενόντων ταῖς σιδηραῖς χερσὶν ἐπισπασάμενοι, μέχρι γε τῶν γενείων τὴν σάρκα πᾶσαν καὶ τὴν τῆς κεφαλῆς δορὰν οἱ παρδάλειοι θῆρες ἀπέσυραν· ὁ δὲ ταύτην βαρέως τὴν ἀλγηδόνα καρτερῶν, ἔλεγεν, 29 Ὡς ἡδὺς πᾶς τρόπος θανάτου, διὰ τὴν πάτριον ἡμῶν εὐσέβειαν· ἔφη τε πρὸς τὸν τύραννον,
30 Οὐ δοκεῖς, πάντων ὠμότατε τύραννε, πλεῖων ἐμοῦ σε νὺν βασανίζεσθαι, ὁρῶν σου νικώμενον τὸν τῆς τυραννίδος ὑπερήφανον λογισμὸν ὑπὸ τῆς διὰ τὴν εὐσέβειαν ἡμῶν ὑπομονῆς. 31 Ἐγὼ μὲν γὰρ ταῖς διὰ τὴν ἀρετὴν ἡδοναῖς τὸν πόνον ἐπικουφίζομαι. 32 Σὺ δὲ ἐν ταῖς τῆς ἀσεβείας ἀπειλαῖς βασανίζῃ· οὐκ ἐκφεύξῃ δὲ, μιαιρότατε τύραννε, τὰς τῆς θείας ὀργῆς δίκας.