4
1 Αὑτὴ ἡ βίβλος τῶν προσταγμάτων τοῦ Θεοῦ, καὶ ὁ νόμος ὁ ὑπάρχων εἰς τὸν αἰῶνα· πάντες οἱ κρατοῦντες αὐτὴν, εἰς ζωήν· οἱ δὲ καταλείποντες αὐτὴν, ἀποθανοῦνται. 2 Ἐπιστρέφου Ἱακὼβ, καὶ ἐπιλαβοῦ αὐτῆς, διόδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς αὐτῆς. 3 Μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου, καὶ τὰ συμφέροντά σοι ἔθνει ἀλλοτρίῳ.
4 Μακάριοι ἐσμὲν Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ τοῦ Θεοῦ ἡμῖν γνωστά ἐστι. 5 Θαρσεῖτε λαός μου, μνημόσυνον Ἰσραήλ. 6 Ἐπράθητε τοῖς ἔθνεσιν οὐκ εἰς ἀπώλειαν, διὰ τὸ παροργίσαι ὑμᾶς τὸν Θεόν· παρεδόθητε τοῖς ὑπεναντίοις. 7 Παρωξύνατε γὰρ τὸν ποιήσαντα ὑμᾶς, θύσαντες δαιμονίοις, καὶ οὐ Θεῷ. 8 Ἐπελάθεσθε τὸν τροφεύσαντα ὑμᾶς Θεὸν αἰώνιον, ἐλυπήσατε δὲ καὶ τὴν ἐκθρέψασαν ἡμᾶς Ἱερουσαλήμ.
9 Εἶδε γὰρ τὴν ἐπελθοῦσαν ὑμῖν ὀργὴν παρὰ τοῦ Θεοῦ, καὶ εἶπεν, ἀκούσατε αἱ πάροικοι Σιὼν, ἐπήγαγέ μοι ὁ Θεὸς πένθος μέγα. 10 Εἶδον γὰρ τὴν αἰχμαλωσίαν τῶν υἱῶν μου καὶ τῶν θυγατέρων, ἣν ἐπήγαγεν αὐτοῖς ὁ αἰώνιος. 11 Ἔθρεψα γὰρ αὐτοὺς μετʼ εὐφροσύνης, ἐξαπέστειλα δὲ μετὰ κλαυθμοῦ καὶ πένθους.
12 Μηδεὶς ἐπιχαιρέτω μοι τῇ χήρᾳ καὶ καταλειφθήσῃ ὑπὸ πολλῶν, ἠρημώθην διὰ τὰς ἁμαρτίας τῶν τέκνων μου, διότι ἐξέκλιναν ἐκ νόμου Θεοῦ, 13 καὶ δικαιώματα αὐτοῦ οὐκ ἔγνωσαν, οὐδὲ ἐπορεύθησαν ὁδοῖς ἐντολῶν Θεοῦ, οὐδὲ τρίβους παιδείας ἐν δικαιοσύνῃ αὐτοῦ ἐπέβησαν.
14 Ἐλθέτωσαν αἱ πάροικοι Σιὼν, καὶ μνήσθητε τὴν αἰχμαλωσίαν τῶν υἱῶν μου καὶ θυγατέρων, ἣν ἐπήγαγεν αὐτοῖς ὁ αἰώνιος. 15 Ἐπήγαγε γὰρ ἐπʼ αὐτοὺς ἔθνος μακρόθεν, ἔθνος ἀναιδὲς καὶ ἀλλόγλωσσον· ὅτι οὐκ ᾐσχύνθησαν πρεσβύτην, οὐδὲ παιδίον ἠλέησαν, 16 καὶ ἀπήγαγον τοὺς ἀγαπητοὺς τῆς χήρας, καὶ ἀπὸ τῶν θυγατέρων τὴν μόνην ἠρήμωσαν. 17 Ἐγὼ δὲ τί δυνατὴ βοηθῆσαι ὑμῖν; Ὁ γὰρ ἐπαγαγὼν τὰ κακὰ, ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἐχθρῶν ὑμῶν. 18 Βαδίζετε τέκνα, βαδίζετε, ἐγὼ γὰρ κατελείφθην ἔρημος. 19 Ἐξεδυσάμην τὴν στολὴν τῆς εἰρήνης, 20 ἐνεδυσάμην δὲ σάκκον τῆς δεήσεώς μου· κεκράξομαι πρὸς τὸν αἰώνιον ἐν ταῖς ἡμέραις μου.
21 Θαῤῥεῖτε τέκνα, βοήσατε πρὸς τὸν Θεὸν, καὶ ἐξελεῖται ὑμᾶς ἐκ δυναστείας, ἐκ χειρος ἐχθρῶν.
22 Ἐγὼ γὰρ ἤλπισα ἐπὶ τῷ αἰωνίῳ τὴν σωτηρίαν ὑμῶν· καὶ ἦλθέ μοι χαρὰ παρὰ τοῦ ἁγίου ἐπὶ τῇ ἐλεημοσύνῃ, ἣ ἥξει ὑμῖν ἐν τάχει παρὰ τοῦ αἰωνίου σωτῆρος ὑμῶν.
23 Ἐξέπεμψα γὰρ ὑμᾶς μετὰ κλαυθμοῦ καὶ πένθους, ἀποδώσει δέ μοι ὁ Θεὸς ὑμᾶς μετὰ χαρμοσύνης καὶ εὐφροσύνης εἰς τὸν αἰῶνα. 24 Ὥσπερ γὰρ νῦν ἑωράκασιν αἱ πάροικοι Σιὼν τὴν ὑμετέραν αἰχμαλωσίαν, οὕτως ὄψονται ἐν τάχει τὴν παρὰ τοῦ Θεοῦ ὑμῶν σωτηρίαν, ἣ ἐπελεύσεται ὑμῖν μετὰ δόξης μεγάλης καὶ λαμπρότητος τοῦ αἰωνίου.
25 Τέκνα μακροθυμήσατε τὴν παρὰ τοῦ Θεοῦ ἐπελθοῦσαν ὑμῖν ὀργήν, κατεδίωξέ σε ὁ ἐχθρὸς, καὶ ὄψει αὐτοῦ τὴν ἀπώλειαν ἐν τάχει, καὶ ἐπὶ τραχήλους αὐτῶν ἐπιβήσῃ. 26 Οἱ τρυφεροί μου ἐπορεύθησαν ὁδοὺς τραχείας, ᾔρθησαν ὡς ποίμνιον ἡρπασμένον ὑπὸ ἐχθρῶν.
27 Θαρσήσατε τέκνα καὶ βοήσατε πρὸς τὸν Θεὸν, ἔσται γὰρ ὑμῶν ὑπὸ τοῦ ἐπάγοντος μνεία. 28 Ὥσπερ γὰρ ἐγένετο ἡ διάνοια ὑμῶν εἰς τὸ πλανηθῆναι ἀπὸ τοῦ Θεοῦ, δεκαπλασιάσατε ἐπιστραφέντες ζητῆσαι αὐτόν. 29 Ὁ γὰρ ἐπαγαγὼν ὑμῖν τὰ κακὰ, ἐπάξει ὑμῖν τὴν αἱώνιον εὐφροσύνην μετὰ τῆς σωτηρίας ὑμῶν.
30 Θάρσει Ἱερουσαλήμ, παρακαλέσει σε ὁ ὀνομάσας σε. 31 Δείλαιοι οἱ σὲ κακώσαντες, καὶ ἐπιχαρέντες τῇ σῇ πτώσει· 32 Δείλαιαι αἱ πόλεις αἷς ἐδούλευσαν τὰ τέκνα σου, δειλαία ἡ δεξαμένη τοὺς υἱούς σου. 33 Ὥσπερ γὰρ ἐχάρη ἐπὶ τῇ σῇ πτώσει, καὶ εὐφράνθη ἐπὶ τῷ πτώματί σου, οὕτως λυπηθήσεται ἐπὶ τῇ ἑαυτῆς ἐρημίᾳ. 34 Καὶ περιελῶ αὐτῆς τὸ ἀγαλλίαμα τῆς πολυοχλίας καὶ τὸ γαυρίαμα αὐτῆς εἰς πένθος. 35 Πῦρ γὰρ ἐπελεύσεται αὐτῇ παρὰ τοῦ αἰωνίου εἰς ἡμέρας μακρὰς, καὶ κατοικηθήσεται ὑπὸ δαιμονίων τὸν πλείονα χρόνον.
36 Περίβλεψον πρὸς ἀνατολὰς Ἱερουσαλὴμ, καὶ ἴδε τὴν εὐφροσύνην τὴν παρὰ τοῦ Θεοῦ σοι ἐρχομένην. 37 Ἰδοὺ ἔρχονται οἱ υἱοί σου οὓς ἐξαπέστειλας, ἔρχονται συνηγμένοι ἀπὸ ἀνατολῶν ἕως δυσμῶν τῷ ῥήματι τοῦ ἁγίου, χαίροντες τῇ τοῦ Θεοῦ δόξῃ.