24
Καὶ ἰδὼν Βαλαὰμ ὅτι καλόν ἐστιν ἐναντίον Κυρίου εὐλογεῖν τὸν Ἰσραὴλ, οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς αὐτῷ εἰς συνάντησιν τοῖς οἰωνοῖς, καὶ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἔρημον. Καὶ ἐξάρας Βαλαὰμ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καθορᾷ τὸν Ἰσραὴλ ἐστρατοπεδευκότα κατὰ φυλάς· καὶ ἐγένετο ἐπʼ αὐτῷ πνεῦμα Θεου. Καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ, εἶπε, φησὶ Βαλαὰμ υἱοῖς Βεὼρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, φησὶν ἀκούων λόγια ἰσχυροῦ, ὅστις ὅρασιν Θεοῦ εἶδεν ἐν ὕπνῳ· ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ. Ὡς καλοὶ οἱ οἶκοί σου Ἰακὼβ, αἱ σκηναί σου Ἰσραήλ· Ὡσεὶ νάπαι σκιάζουσαι, καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῷ, καὶ ὡσεὶ, σκηναὶ, ἃς ἔπηξε Κύριος, καί ὡσεὶ κέδροι παρʼ ὕδατα. Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν· καὶ ὑψωθήσεται ἡ Γὼγ βασιλεία, καὶ αὐξηθήσεται βασιλεία αὐτοῦ. Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου· ὡς δόξα μονοκέρωτος αὐτῷ· ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ, καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ, καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν. Κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων, καὶ ὡς σκύμνος· τίς ἀναστήσει αὐτόν· οἱ εὐλογοῦντές σε, εὐλόγηνται· καὶ οἱ καταρώμενοί σε, κεκατήρανται.
10 Καὶ ἐθυμώθη Βαλὰκ ἐπὶ Βαλαὰμ, καὶ συνεκρότησε ταῖς χερσὶν αὐτοῦ, καὶ εἶπε Βαλὰκ πρὸς Βαλαὰμ, καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο. 11 Νῦν οὖν φεῦγε εἰς τὸν τόπον σου· εἶπα, τιμήσω σε, καὶ νῦν ἐστέρησέ σε Κύριος τῆς δόξης. 12 Καὶ εἶπε Βαλαὰμ πρὸς Βαλὰκ, οὐχὶ καὶ τοῖς ἀγγέλοις σου οὓς ἀπέστειλας πρὸς με ἐλάλησα, λέγων, 13 ἐάν μοι δῷ Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα Κυρίου ποιῆσαι αὐτὸ καλὸν ἤ πονηρὸν παρʼ ἐμαυτοῦ· ὅσα ἂν εἴπῃ ὁ Θεός, ταῦτα ἐρῶ. 14 Καὶ νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου· δεῦρο, συμβουλεύσω σοι, τί ποιήσει ὁ λαὸς οὗτος τὸν λαόν σου ἐπʼ ἐσχάτου τῶν ἡμερῶν.
15 Καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ, εἶπε,
16 Φησὶ Βαλαὰμ υἱὸς Βεὼρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, ἀκούων λόγια Θεοῦ, ἐπιστάμενος ἐπιστήμην παρὰ ὑψίστου, καὶ ὅρασιν Θεοῦ ἰδὼν ἐν ὕπνῳ· ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ. 17 Δείξω αὐτῷ, καὶ οὐχὶ νῦν· μακαρίζω, καὶ οὐκ ἐγγίζει· ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ· καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ, καῒ προνομεύσει πάντας υἱοὺς Σήθ. 18 Καὶ ἔσται Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἡσαῦ ὁ ἐχθρὸς αὐτοῦ· καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύϊ. 19 Καὶ ἐξεγερθήσεται ἐξ Ἰακὼβ, καὶ ἀπολεῖ σωζόμενον ἐκ πόλεως. 20 Καὶ ἰδὼν τὸν Ἀμαλὴκ, καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ, εἶπεν, ἀρχὴ ἐθνῶν Ἀμαλὴκ, καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται. 21 Καὶ ἰδὼν τὸν Κεναῖον, καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ, εἶπεν, ἰσχυρὰ ἡ κατοικία σου· καὶ ἐὰν θῇς ἐν πέτρᾳ τὴν νοσσίαν σου, 22 καὶ ἐὰν γένηται τῷ Βεὼρ νοσσιὰ πανουργίας, Ἀσσύριοι αἰχμαλωτεύσουσί σε. 23 Καὶ ἰδὼν τὸν Ὢγ, καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ, εἶπεν, ὢ ὢ, τίς ζήσεται, ὅταν θῇ ταῦτα ὁ Θεός; 24 Καὶ ἐξελεύσεται ἐκ χειρῶς Κιτιαίων, καὶ κακώσουσιν Ἀσσοὺρ, καὶ κακώσουσιν Ἐβραίους, καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολοῦνται. 25 Καὶ ἀναστὰς Βαλαὰμ ἀπῆλθεν, ἀποστραφεὶς εἰς τὸν τόπον αὐτοῦ· καὶ Βαλὰκ ἀπῆλθε πρὸς ἑαυτόν.