125
 1 Ὠδὴ τῶν ἀναβαθμῶν. 
 Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι.   2 Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως· τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν, ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετʼ αὐτῶν.   3 Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθʼ ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι.   
 4 Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάῤῥους ἐν τῷ Νότῳ.   5 Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι.   6 Πορευόμενοι ἐπορεύοντο, καὶ ἔκλαιον βάλλοντες τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν.