132
 1 Ὠδὴ τῶν ἀναβαθμῶν. 
 Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνὸν, ἀλλʼ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπιτοαυτό;   2 Ὡς μῦρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ἀαρὼν, τὸ καταβαῖνον ἐπὶ τὴν ὦαν τοῦ ἐνδύματος αὐτοῦ.   3 Ὡς δρόσος Ἀερμῶν ὁ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών· ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος.