3
1 Ἐμοῦ τοῦ πατρὸς ἀκούσατε τέκνα, καὶ οὕτως ποιήσατε, ἵνα σωθῆτε. 2 Ὁ γὰρ Κύριος ἐδόξασε πατέρα ἐπὶ τέκνοις, καὶ κρίσιν μητρὸς ἐστερέωσεν ἐφʼ υἱοῖς. 3 Ὁ τιμῶν πατέρα ἐξιλάσεται ἁμαρτίαις. 4 Καὶ ὡς ὁ ἀποθησαυρίζων, ὁ δοξάζων μητέρα αὐτοῦ.
5 Ὁ τιμῶν πατερα εὐφρανθήσεται ὑπὸ τέκνων, καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται. 6 Ὁ δοξάζων πατέρα μακροημερεύσει, καὶ ὁ εἰσακούων Κυρίου ἀναπαύσει μητέρα αὐτοῦ, 7 καὶ ὡς δεσπόταις δουλεύσει ἐν τοῖς γεννήσασιν αὐτόν.
8 Ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου, ἵνα ἐπέλθῃ σοι εὐλογία παρʼ αὐτοῦ. 9 Εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων, κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια. 10 Μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου, οὐ γάρ ἐστί σοι δόξα πατρὸς ἀτιμία. 11 Ἡ γὰρ δόξα ἀνθρώπου ἐκ τιμῆς πατρὸς αὐτοῦ, καὶ ὄνειδος τέκνοις μήτηρ ἐν ἀδοξίᾳ.
12 Τέκνον, ἀντιλαβοῦ ἐν γήρᾳ πατρός σου, καὶ μὴ λυπήσῃς αὐτὸν ἐν τῇ ζωῇ αὐτοῦ. 13 Κᾂν ἀπολείπῃ σύνεσιν, συγγνώμην ἔχε, καὶ μὴ ἀτιμάσῃς αὐτὸν ἐν πάσῃ ἰσχύϊ σου. 14 Ἐλεημοσύνη γὰρ πατρὸς οὐκ ἐπιλησθήσεται, καὶ ἀντὶ ἁμαρτιῶν προσανοικοδομηθήσεταί σοι. 15 Ἐν ἡμέρᾳ θλίψεώς σου ἀναμνησθήσεταί σου· ὡς εὐδία ἐπὶ παγετῷ, οὕτως ἀναλυθήσονταί σου αἱ ἁμαρτίαι.
16 Ὡς βλάσφημος ὁ ἐγκαταλιπὼν πατέρα, καὶ κεκατηραμένος ὑπὸ Κυρίου ὁ παροργίζων μητέρα αὐτοῦ.
17 Τέκνον, ἐν πραΰτητι τὰ ἔργα σου διέξαγε, καὶ ὑπὸ ἀνθρώπου δεκτοῦ ἀγαπηθήσῃ. 18 Ὅσῳ μέγας εἶ, τοσούτῳ ταπεινοῦ σεαυτὸν, καὶ ἔναντι Κυρίου εὑρήσεις χάριν. 20 Ὅτι μεγάλη ἡ δυναστεία τοῦ Κυρίου, καὶ ὑπὸ τῶν ταπεινῶν δοξάζεται.
21 Χαλέπωτερά σου μὴ ζήτει, καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε, 22 ἃ προσετάγη σοι, ταῦτα διανοοῦ· οὐ γάρ ἐστί σοι χρεία τῶν κρυπτῶν. 23 Ἐν τοῖς περισσοῖς τῶν ἔργων σου μὴ περιεργάζου· πλείονα γὰρ συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι. 24 Πολλοὺς γὰρ ἐπλάνησεν ἡ ὑπόληψις αὐτῶν, καὶ ὑπόνοια πονηρὰ ὠλίσθησε διανοίας αὐτῶν.
26 Καὶ ὁ ἀγαπῶν κίνδυνον, ἐν αὐτῷ ἐμπεσεῖται· καρδία σκληρὰ κακωθήσεται ἐπʼ ἐσχάτων. 27 Καρδία σκληρὰ βαρυνθήσεται πόνοις, καὶ ὁ ἁμαρτωλὸς προσθήσει ἁμαρτίαν ἐφʼ ἁμαρτίαις. 28 Ἐπαγωγὴ ὑπερηφάνου οὐκ ἔστιν ἴασις, φυτὸν γὰρ πονηρίας ἐῤῥίζωκεν ἐν αὐτῷ· 29 καρδία συνετοῦ διανοηθήσεται παραβολὴν, καὶ οὖς ἀκροατοῦ ἐπιθυμία σοφοῦ.
30 Πῦρ φλογιζόμενον ἀποσβέσει ὕδωρ, καὶ ἐλεημοσύνη ἐξιλάσεται ἁμαρτίας. 31 Ὁ ἀνταποδιδοὺς χάριτας μέμνηται εἰς τὰ μετὰ ταῦτα, καὶ ἐν καιρῷ πτώσεως εὑρήσει στήριγμα.