19
Ἐργάτης μέθυσος οὐ πλουτισθήσεται, ὁ ἐξουθενῶν τὰ ὀλίγα κατὰ μικρὸν πεσεῖται. Οἶνος καὶ γυναῖκες ἀποστήσουσι συνετοὺς, καὶ ὁ κολλώμενος πόρναις τολμηρότερος ἔσται.
Σήτες καὶ σκώληκες κληρονομήσουσιν αὐτόν, καὶ ψυχὴ τολμηρὰ ἐξαρθήσεται.
Ὁ ταχὺ ἐμπιστεύων, κοῦφος καρδίᾳ, καὶ ὁ ἁμαρτάνων εἰς ψυχὴν αὐτοῦ πλημμελήσει. Ὁ εὐφραινόμενος καρδίᾳ καταγνωσθήσεται, καὶ ὁ μισῶν λαλιὰν ἐλαττονοῦται κακίᾳ.
Μηδέποτε δευτερώσῃς λόγον, καὶ οὐθέν σοι οὐ μὴ ἐλαττονωθῇ. Ἐν φίλῳ καὶ ἐν ἐχθρῷ μὴ διηγοῦ, καὶ εἰ μή ἐστί σοι ἁμαρτία, μὴ ἀποκάλυπτε. Ἀκήκοε γάρ σου καὶ ἐφυλάξατό σε, καὶ ἐν καιρῷ μισήσει σε. 10 Ἀκήκοας λόγον; συναποθανέτω σοι, θάρσει, οὐ μή σε ῥήξει. 11 Ἀπὸ προσώπου λόγου ὠδινήσει μωρὸς, ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα. 12 Βέλος πεπηγὸς ἐν μηρῷ σαρκὸς, οὕτως λόγος ἐν κοιλίᾳ μωροῦ. 13 Ἔλεγξον φίλον, μήποτε οὐκ ἐποίησε, καὶ εἴ τι ἐποίησε, μήποτε προσθῇ. 14 Ἔλεγξον τὸν φίλον, μήποτε οὐκ εἶπε, καὶ εἰ εἴρηκεν, ἵνα μὴ δευτερώσῃ. 15 Ἔλεγξον φίλον, πολλάκις γὰρ γίνεται διαβολὴ, καὶ μὴ παντὶ λόγῳ πίστευε.
16 Ἔστιν ὀλισθαίνων καὶ οὐκ ἀπὸ ψυχῆς· καὶ τίς οὐχ ἡμάρτησεν ἐν τῇ γλώσσῃ αὐτοῦ;
17 Ἔλεγξον τὸν πλησίον σου πρινη ἀπειλῆσαι, καὶ δὸς τόπον νόμῳ ὑψίστου. 20 Πᾶσα σοφία φόβος Κυρίου, καὶ ἐν πάσῃ σοφίᾳ ποίησις νόμου. 22 Καὶ οὐκ ἔστι σοφία πονηρίας ἐπιστήμη, καὶ οὐκ ἔστιν, ὅπου βουλὴ ἁμαρτωλῶν, φρόνησις. 23 Ἔστι πονηρία καὶ αὕτη βδέλυγμα, καὶ ἔστιν ἄφρων ἐλαττούμενος σοφίᾳ.
24 Κρείττων ἡττώμενος ἐν συνέσει ἔμφοβος, ἢ περισσεύων ἐν φρονήσει καὶ παραβαίνων νόμον. 25 Ἔστι πανουργία ἀκριβὴς καὶ αὕτη ἄδικος, καὶ ἔστι διαστρέφων χάριν τοῦ ἐκφᾶναι κρίμα. 26 Ἔστι πονηρευόμενος συγκεκυφὼς μελανίᾳ, καὶ τὰ ἐντὸς αὐτοῦ πλήρης δόλου. 27 Συγκύφων πρόσωπον καὶ ἑτεροκωφῶν, ὅπου οὐκ ἐπεγνώσθη, προφθάσει σε. 28 Καὶ ἐὰν ὑπὸ ἐλαττώματος ἰσχύος κωλυθῇ ἁμαρτεῖν, ἐὰν εὕρῃ καιρὸν, κακοποιήσει. 29 Ἀπὸ ὁράσεως ἐπιγνωσθήσεται ἀνὴρ, καὶ ἀπὸ ἀπαντήσεως προσώπου ἐπιγνωσθήσεται νοήμων. 30 Στολισμὸς ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βήματα ἀνθρώπου ἀναγγέλλει τὰ περὶ αὐτοῦ.