43
Γαυρίαμα ὕψους, στερέωμα καθαριότητος, εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης. Ἥλιος ἐν ὀπτασίᾳ διαγγέλλων ἐν ἐξόδῳ, σκεῦος θαυμαστὸν, ἔργον ὑψίστου. Ἐν μεσημβρίᾳ αὐτοῦ ἀναξηραίνει χώραν, καὶ ἐναντίον καύματος αὐτοῦ τίς ὑποστήσεται; Κάμινον φυσῶν ἐν ἔργοις καύματος, τριπλασίως ἥλιος ἐκκαίων ὄρη· ἀτμίδας πυρώδεις ἐμφυσῶν, καὶ ἐκλάμπων ἀκτίνας ἀμαυροῖ ὀφθαλμούς. Μέγας Κύριος ὁ ποιήσας αὐτὸν, καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσε πορείαν. Καὶ ἡ σελήνη ἐν πᾶσιν εἰς καιρὸν αὐτῆς, ἀνάδειξιν χρόνων, καὶ σημεῖον αἰῶνος. Ἀπὸ σελήνης σημεῖον ἑορτῆς, φωστὴρ μειούμενος ἐπὶ συντελείας. Μὴν κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν, αὐξανομένη θαυμαστῶς ἐν ἀλλοιώσει· σκεῦος παρεμβολῶν ἐν ὕψει, ἐν στερεώματι οὐρανοῦ ἐκλάμπων· κάλλος οὐρανοῦ, δόξα ἄστρων, κόσμος φωτίζων, ἐν ὑψίστοις Κύριος. 10 Ἐν λόγοις ἁγίου στήσονται κατὰ κρίμα, καὶ οὐ μὴ ἐκλυθῶσιν ἐν φυλακαῖς αὐτῶν. 11 Ἴδε τόξον, καὶ εὐλόγησον τὸν ποιήσαντα αὐτὸ, σφόδρα ὡραῖον ἐν τῷ αὐγάσματι αὐτοῦ. 12 Ἐγύρωσεν οὐρανὸν ἐν κυκλώσει δόξης, χεῖρες ὑψίστου ἐτάννυσαν αὐτό. 13 Προστάγματι αὐτοῦ κατέσπευσε χιόνα, καὶ ταχύνει ἀστραπὰς κρίματος αὐτοῦ. 14 Διὰ τοῦτο ἠνεῴχθησαν θησαυροὶ, καὶ ἐξέπτησαν νεφέλαι ὡς πετεινά. 15 Ἐν μεγαλείῳ αὐτοῦ ἴσχυσε νεφέλας, καὶ διεθρύβησαν λίθοι χαλάζης.
16 Καὶ ἐν ὀπτασίαις αὐτοῦ σαλευθήσεται ὄρη, ἐν θελήματι πνεύσεται νότος. 17 Φωνὴ βροντῆς αὐτοῦ ὠδίνησε γῆν, καὶ καταιγὶς Βορέου καὶ συστροφὴ πνεύματος· ὡς πετεινὰ καθιπτάμενα πάσσει χιόνα, καὶ ὡς ἀκρὶς καταλύουσα ἡ κατάβασις αὐτῆς. 18 Κάλλος λευκότητος αὐτῆς ἐκθαυμάσει ὀφθαλμὸς, καὶ ἐπὶ τοῦ ὑετοῦ αὐτῆς ἐκστήσεται καρδία. 19 Καὶ πάχνην ὡς ἅλα ἐπὶ γῆς χέει, καὶ παγεῖσα γίνεται σκολόπων ἄκρα.
20 Ψυχρὸς ἄνεμος Βορέης πνεύσει, καὶ παγήσεται κρύσταλλος ἀφʼ ὕδατος· ἐπὶ πᾶσαν συναγωγὴν ὕδατος καταλύσει, καὶ ὡς θώρακα ἐνδύσεται τὸ ὕδωρ. 21 Καταφάγεται ὄρη, καὶ ἔρημον ἐκκαύσει, καὶ ἀποσβέσει χλόην ὡς πῦρ. 22 Ἴασις πάντων κατὰ σπουδὴν ὁμίχλη, δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει.
23 Λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσον, καὶ ἐφύτευσεν αὐτὴν Ἰησοῦς. 24 Οἱ πλέοντες τὴν θάλασσαν διηγοῦνται τὸν κίνδυνον αὐτῆς, καὶ ἀκοαῖς ὠτίῳν ἡμῶν θαυμάζομεν. 25 Καὶ ἐκεῖ τὰ παρὰδοξα καὶ θαυμάσια ἔργα, ποικιλία παντὸς ζώου, κτίσις κητῶν. 26 Διʼ αὐτὸν εὐοδία τέλος αὐτοὺ, καὶ ἐν λόγῳ αὐτοῦ σύγκειται πάντα.
27 Πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἐφικώμεθα, καὶ συντέλεια λόγων τὸ πᾶν ἐστιν αὐτός. 28 Δοξάζοντες ποῦ ἰσχύσωμεν; αὐτὸς γὰρ ὁ μέγας παρὰ πάντα τὰ ἔργα αὐτοῦ. 29 Φοβερὸς Κύριος καὶ σφόδρα μέγας, καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ. 30 Δοξάζοντες Κύριον ὑψώσατε καθόσον ἂν δύνησθε, ὑπερέξει γὰρ καὶ ἔτι· καὶ ὑψοῦντες αὐτὸν πληθύνατε ἐν ἰσχύϊ, μὴ κοπιᾶτε, οὐ γὰρ μὴ ἐφίκησθε. 31 Τίς ἑώρακεν αὐτὸν καὶ ἐκδιηγήσεται; καὶ τίς μεγαλύνει αὐτὸν καθώς ἐστι; 32 Πολλὰ ἀπόκρυφά ἐστι μείζονα τούτων, ὀλίγα γὰρ ἑωράκαμεν τῶν ἔργων αὐτοῦ. 33 Πάντα γὰρ ἐποίησεν ὁ Κύριος, καὶ τοῖς εὐσεβέσιν ἔδωκε σοφίαν.
ΠΑΤΕΡΩΝ ὝΜΝΟΣ.