About resurrection
15
A review
Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε· δι᾿ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε—ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε. Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον· ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς Γραφάς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ*τη τριτη ημερα f35 [97%] HF,RP,OC,TR,CP ¦ ~ 1312 𝕻46ℵA,B [3%] NU κατὰ τὰς Γραφάς, καὶ ὅτι ὤφθη Κηφᾷ, εἶταειτα rell ¦ επειτα [10%] τοῖς δώδεκα. Ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείουςπλειους f35 [95%] HF,RP,OC,TR,CP ¦ πλειονες (ℵ)A,B [5%] NU μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ§και f35 048 [98%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B [2%] NU ἐκοιμήθησαν. Ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα*ειτα f35 B [65%] HF,RP,OC,TR,NU ¦ επειτα 𝕻46ℵA,048 [35%] CP τοῖς ἀποστόλοις πᾶσιν. Ἔσχατον δὲ πάντων, ὡσπερεὶ τῷ ἐκτρώματι, ὤφθη κἀμοί. Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ Θεοῦ. 10 Χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη· ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα—οὐκ ἐγὼ δέ, ἀλλ᾿αλλ rell ¦ αλλα ℵA,B [1%] NU ἡ χάρις τοῦ Θεοῦ ἡ η f35 (𝕻46)A [98%] HF,RP,OC,TR,CP[NU] ¦ — ℵB,0270 [2%] σὺν ἐμοί. 11 Εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.
Resurrection is a fact
12 Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσίν τινες ἐν ὑμῖν§τινες εν υμιν f35 [96%] HF,RP,OC,TR,CP ¦ ~ 321 (𝕻46)ℵA,B,C [4%] NU ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; 13 Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται. 14 Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα*αρα f35 𝕻46B [70%] HF,RP,OC,TR,CP ¦ 1 και ℵA [30%] [NU] τὸ κήρυγμα ἡμῶν, κενὴ δὲδε f35 [97%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B [3%] NU καὶ ἡ πίστις ὑμῶν.υμων rell ¦ ημων B [25%] 15 Εὑρισκόμεθα δὲ καὶ§και rell ¦ 1 ημεις CP ψευδομάρτυρες τοῦ Θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ Θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν, εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται. 16 Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται. 17 Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν· ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. 18 Ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. 19 Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ*ηλπικοτες εσμεν εν χριστω f35 [95%] HF,RP,OC,TR,CP ¦ ~ 3412 𝕻46ℵA,B [5%] NU μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.
The sequence of events
20 Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν· ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο.εγενετο f35 (93.7%) HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B (6.3%) NU 21 Ἐπειδὴ γὰρ δι᾿ ἀνθρώπου ὁ ο f35 [97%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B [3%] NU θάνατος, καὶ δι᾿ ἀνθρώπου ἀνάστασις νεκρῶν. 22 Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. 23 Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ§του f35 𝕻46ℵA,B [95%] HF,RP,CP,NU ¦ — [5%] OC,TR Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· 24 εἶτα τὸ τέλος, ὅταν παραδῷ*παραδω f35 [96%] HF,RP,OC,TR,CP ¦ παραδιδω 𝕻46ℵA,0270 [3%] NU ¦ παραδιδοι B [1%] τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. 25 Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχριςαχρις f35 [98%] HF,OC,TR,CP ¦ αχρι 𝕻46ℵA,B [2%] RP,NU οὗ ἂναν f35 [97%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B [3%] NU θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. 26 Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. 27 «Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ.» Ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. 28 Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα,§οταν δε υποταγη αυτω τα παντα rell ¦ — ℵ [15%] [homoioteleuton] τότε καὶ*και f35 ℵA [98%] HF,RP,OC,TR,CP[NU] ¦ — B [2%] αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰτα f35 ℵ [98%] HF,RP,OC,TR,CP[NU] ¦ — A,B [2%] πάντα ἐν πᾶσιν.
Consequences of denial
29 Ἐπεί, τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; Εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν;των νεκρων f35 [77%] HF,RP,OC,TR,CP ¦ αυτων 𝕻46ℵA,B [9%] NU ¦ αυτων 12 [5%] ¦ omit 3 or 4 words [9%] 30 Τί καὶ ἡμεῖς κινδυνεύομεν§κινδυνευομεν rell ¦ 1 κατα [3%] CP πᾶσαν ὥραν; 31 Καθ᾿ ἡμέραν ἀποθνήσκω—νὴ τὴν ὑμετέραν*υμετεραν rell ¦ ημετεραν A [15%] καύχησινκαυχησιν f35 𝕻46 (92.1%) HF,RP,OC,TR,CP ¦ 1 αδελφοι ℵA,B (7.9%) [NU] ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. 32 Εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; Εἰ νεκροὶ οὐκ ἐγείρονται, «Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν.» 33 Μὴ πλανᾶσθε· φθείρουσιν ἤθη χρηστὰχρηστα f35 𝕻46ℵA,B [95%] HF,RP,OC,NU ¦ χρησθ [2%] TR ¦ χριστα [3%] CP ὁμιλίαι κακαί. 34 Ἐκνήψατε δικαίως, καὶ μὴ ἁμαρτάνετε, ἀγνωσίαν γὰρ Θεοῦ τινες ἔχουσιν. Πρὸς ἐντροπὴν ὑμῖν§υμιν rell ¦ υμων [11%] CP λέγω.*λεγω f35 A [85%] HF,RP,OC,TR,CP ¦ λαλω 𝕻46ℵB [15%] NU
A philosophical objection
35 Ἀλλ᾿αλλ rell ¦ αλλα B [1%] NU ἐρεῖ τις, «Πῶς ἐγείρονται οἱ νεκροί; Ποίῳ δὲ σώματι ἔρχονται;» 36 Ἄφρον,αφρον f35 [85%] HF,RP,OC,TR,CP ¦ αφρων 𝕻46ℵA,B [15%] NU σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται ἐὰν μὴ ἀποθάνῃ. 37 Καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον (εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν). 38 Ὁ δὲ Θεὸς αὐτῷ δίδωσιν§αυτω διδωσιν f35 [81%] HF,RP,OC,TR,CP ¦ ~ 21 𝕻46ℵA,B [9%] NU ¦ αυτο 2 [10%] σῶμα καθὼς ἠθέλησεν, καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ*το f35 [95%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,Iv [5%] NU ἴδιον σῶμα. 39 Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ· ἀλλὰ ἄλλη μὲνμεν rell ¦ 1 σαρξ TR ἀνθρώπων,[Human meat is not the same as animal meat!] ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ ἰχθύων, ἄλλη δὲ πτηνῶν.§ιχθυων αλλη δε πτηνων (πετεινων OC) f35 [96%] HF,RP(OC)TR,CP ¦ ~ 4231 A [1%] ¦ ~ σαρξ 4 (πετηνων 𝕻46) 231 (𝕻46)ℵB [3%] NU 40 Καὶ σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια· ἀλλ᾿*αλλ rell ¦ αλλα 𝕻46A,B [1%] NU ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων. 41 Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.
42 Οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν· σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· 43 σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· 44 σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν.πνευματικον f35 [96%] HF,RP,OC,TR,CP ¦ 1 ει 𝕻46ℵA,B,C [4%] NU Ἔστιν σῶμα ψυχικὸν καὶ ἔστιν σῶμακαι εστιν σωμα f35 [82%] HF,RP,OC,TR,CP ¦ ~ 21 𝕻46ℵA,B,C [4%] NU ¦ omit seven words [14%] [homoioteleuton] πνευματικόν.
45 Οὕτως καὶ γέγραπται· «Ἐγένετο ὁ πρῶτος ἄνθρωπος, Ἀδάμ, εἰς ψυχὴν ζῶσαν»· ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. 46 Ἀλλ᾿ οὐ πρῶτον τὸ πνευματικόν, ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν. 47 Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς, χοϊκός· ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος§ο κυριος f35 A (97.5%) HF,RP,OC,TR,CP ¦ — ℵB,C (2.4%) NU ¦ πνευματικος 𝕻46 ἐξ οὐρανοῦ. 48 Οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. 49 Καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν*φορεσωμεν f35 (𝕻46)ℵA,C [82%] HF,RP,CP ¦ φορεσομεν B,I [18%] OC,TR,NU καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.
Our turn is coming
50 Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται·δυνανται f35 A,C [92%] HF,RP,OC,TR,CP ¦ δυναται ℵB [6%] NU ¦ δυνατε [2%] οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ. 51 Ἰδού, μυστήριον ὑμῖν λέγω· Πάντες μὲν οὐ κοιμηθησόμεθα,μεν ου κοιμηθησομεθα f35 (96.4%) HF,RP,OC,TR,CP ¦ 23 B (0.3%) NU ¦ 232 𝕻46 ¦ 13 (0.3%) ¦ ~ 132 ℵA (0.7%) ¦ ~ 32 C (0.5%) ¦ 1 ουν 3 (0.5%) ¦ ~ 1 ουν 32 (0.3%) ¦ three other readings (0.5%) πάντες δὲ ἀλλαγησόμεθα 52 —ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι—σαλπίσει γὰρ καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. 53 Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. 54 Ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· «Κατεπόθη ὁ θάνατος εἰς νῖκος.» 55 «Ποῦ σου, Θάνατε, τὸ κέντρον; Ποῦ σου, ᾍδη, τὸ νῖκος;»§κεντρον που σου αδη το νικος f35 (95.1%) HF,RP,OC,TR,CP ¦ ~ 623451 (2.9%) ¦ 123 θανατε 56 (0.5%) ¦ ~ 623 θανατε 51 (𝕻46)ℵ(B)C,088 (1.2%) NU ¦ two other readings A (0.3%) 56 Τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος.
57 Τῷ δὲ Θεῷ χάρις τῷ διδόντι*διδοντι rell ¦ δοντι 𝕻46 [35%] ¦ two other readings [2%] ἡμῖν τὸ νῖκος διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 58 Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν Κυρίῳ.

*15:4 τη τριτη ημερα f35 [97%] HF,RP,OC,TR,CP ¦ ~ 1312 𝕻46ℵA,B [3%] NU

15:5 ειτα rell ¦ επειτα [10%]

15:6 πλειους f35 [95%] HF,RP,OC,TR,CP ¦ πλειονες (ℵ)A,B [5%] NU

§15:6 και f35 048 [98%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B [2%] NU

*15:7 ειτα f35 B [65%] HF,RP,OC,TR,NU ¦ επειτα 𝕻46ℵA,048 [35%] CP

15:10 αλλ rell ¦ αλλα ℵA,B [1%] NU

15:10 η f35 (𝕻46)A [98%] HF,RP,OC,TR,CP[NU] ¦ — ℵB,0270 [2%]

§15:12 τινες εν υμιν f35 [96%] HF,RP,OC,TR,CP ¦ ~ 321 (𝕻46)ℵA,B,C [4%] NU

*15:14 αρα f35 𝕻46B [70%] HF,RP,OC,TR,CP ¦ 1 και ℵA [30%] [NU]

15:14 δε f35 [97%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B [3%] NU

15:14 υμων rell ¦ ημων B [25%]

§15:15 και rell ¦ 1 ημεις CP

*15:19 ηλπικοτες εσμεν εν χριστω f35 [95%] HF,RP,OC,TR,CP ¦ ~ 3412 𝕻46ℵA,B [5%] NU

15:20 εγενετο f35 (93.7%) HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B (6.3%) NU

15:21 ο f35 [97%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B [3%] NU

§15:23 του f35 𝕻46ℵA,B [95%] HF,RP,CP,NU ¦ — [5%] OC,TR

*15:24 παραδω f35 [96%] HF,RP,OC,TR,CP ¦ παραδιδω 𝕻46ℵA,0270 [3%] NU ¦ παραδιδοι B [1%]

15:25 αχρις f35 [98%] HF,OC,TR,CP ¦ αχρι 𝕻46ℵA,B [2%] RP,NU

15:25 αν f35 [97%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B [3%] NU

§15:28 οταν δε υποταγη αυτω τα παντα rell ¦ — ℵ [15%] [homoioteleuton]

*15:28 και f35 ℵA [98%] HF,RP,OC,TR,CP[NU] ¦ — B [2%]

15:28 τα f35 ℵ [98%] HF,RP,OC,TR,CP[NU] ¦ — A,B [2%]

15:29 των νεκρων f35 [77%] HF,RP,OC,TR,CP ¦ αυτων 𝕻46ℵA,B [9%] NU ¦ αυτων 12 [5%] ¦ omit 3 or 4 words [9%]

§15:30 κινδυνευομεν rell ¦ 1 κατα [3%] CP

*15:31 υμετεραν rell ¦ ημετεραν A [15%]

15:31 καυχησιν f35 𝕻46 (92.1%) HF,RP,OC,TR,CP ¦ 1 αδελφοι ℵA,B (7.9%) [NU]

15:33 χρηστα f35 𝕻46ℵA,B [95%] HF,RP,OC,NU ¦ χρησθ [2%] TR ¦ χριστα [3%] CP

§15:34 υμιν rell ¦ υμων [11%] CP

*15:34 λεγω f35 A [85%] HF,RP,OC,TR,CP ¦ λαλω 𝕻46ℵB [15%] NU

15:35 αλλ rell ¦ αλλα B [1%] NU

15:36 αφρον f35 [85%] HF,RP,OC,TR,CP ¦ αφρων 𝕻46ℵA,B [15%] NU

§15:38 αυτω διδωσιν f35 [81%] HF,RP,OC,TR,CP ¦ ~ 21 𝕻46ℵA,B [9%] NU ¦ αυτο 2 [10%]

*15:38 το f35 [95%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,Iv [5%] NU

15:39 μεν rell ¦ 1 σαρξ TR

15:39 [Human meat is not the same as animal meat!]

§15:39 ιχθυων αλλη δε πτηνων (πετεινων OC) f35 [96%] HF,RP(OC)TR,CP ¦ ~ 4231 A [1%] ¦ ~ σαρξ 4 (πετηνων 𝕻46) 231 (𝕻46)ℵB [3%] NU

*15:40 αλλ rell ¦ αλλα 𝕻46A,B [1%] NU

15:44 πνευματικον f35 [96%] HF,RP,OC,TR,CP ¦ 1 ει 𝕻46ℵA,B,C [4%] NU

15:44 και εστιν σωμα f35 [82%] HF,RP,OC,TR,CP ¦ ~ 21 𝕻46ℵA,B,C [4%] NU ¦ omit seven words [14%] [homoioteleuton]

§15:47 ο κυριος f35 A (97.5%) HF,RP,OC,TR,CP ¦ — ℵB,C (2.4%) NU ¦ πνευματικος 𝕻46

*15:49 φορεσωμεν f35 (𝕻46)ℵA,C [82%] HF,RP,CP ¦ φορεσομεν B,I [18%] OC,TR,NU

15:50 δυνανται f35 A,C [92%] HF,RP,OC,TR,CP ¦ δυναται ℵB [6%] NU ¦ δυνατε [2%]

15:51 μεν ου κοιμηθησομεθα f35 (96.4%) HF,RP,OC,TR,CP ¦ 23 B (0.3%) NU ¦ 232 𝕻46 ¦ 13 (0.3%) ¦ ~ 132 ℵA (0.7%) ¦ ~ 32 C (0.5%) ¦ 1 ουν 3 (0.5%) ¦ ~ 1 ουν 32 (0.3%) ¦ three other readings (0.5%)

§15:55 κεντρον που σου αδη το νικος f35 (95.1%) HF,RP,OC,TR,CP ¦ ~ 623451 (2.9%) ¦ 123 θανατε 56 (0.5%) ¦ ~ 623 θανατε 51 (𝕻46)ℵ(B)C,088 (1.2%) NU ¦ two other readings A (0.3%)

*15:57 διδοντι rell ¦ δοντι 𝕻46 [35%] ¦ two other readings [2%]