Paul’s defense of his apostolic authority
10
Weapons of spiritual warfare
Αὐτὸς δὲ ἐγώ, Παῦλος, παρακαλῶ ὑμᾶς διὰ τῆς πρᾳότητος*πραοτητος f35 C [98%] RP,HF,OC,TR,CP ¦ πραυτητος ℵB [2%] NU καὶ ἐπιεικείας τοῦ Χριστοῦ (ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαρρῶ εἰς ὑμᾶς). Δέομαι δέ, τὸ μὴ παρὼν θαρρῆσαι τῇ πεποιθήσει ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας. Ἐν σαρκὶ γὰρ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα, τὰ γὰρ ὅπλα τῆς στρατείαςστρατειας f35 𝕻46 [77%] RP,HF,OC,TR,CP,NU ¦ στρατιας ℵB,C [23%] ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων· λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή.
Paul is criticized
Τὰ κατὰ πρόσωπον βλέπετε; Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἀφ᾿αφ f35 C [93%] RP,HF,OC,TR,CP ¦ εφ 𝕻46ℵB [7%] NU ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτως καὶ ἡμεῖς Χριστοῦ.§χριστου f35 [95%] RP,HF,OC,TR,CP ¦ — 𝕻46(ℵ)B,C [5%] NU Ἐάν τε*τε f35 ℵ [96%] RP,HF,OC,TR,CP[NU] ¦ — 𝕻46B,C [4%] γὰρ καὶκαι f35 [96%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB,C [4%] NU περισσότερόν τι καυχήσωμαικαυχησωμαι rell ¦ καυχησομαι [15%] περὶ τῆς ἐξουσίας ἡμῶν (ἧς ἔδωκεν ὁ Κύριος ἡμῖν§ημιν f35 [96%] RP,HF,OC,TR,CP ¦ ημων [2%] ¦ — 𝕻46ℵB,C [2%] NU εἰς οἰκοδομήν, καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν), οὐκ αἰσχυνθήσομαι, ἵνα*ινα rell ¦ 1 δε [7%] CP μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν. 10 Ὅτι, «Αἱ μὲν ἐπιστολαί,»μεν επιστολαι f35 [98%] RP,HF,OC,TR,CP ¦ ~ 21 𝕻46vℵB [2%] NU φησίν, «βαρεῖαι καὶ ἰσχυραί, ἡ δὲ παρουσίαπαρουσια rell ¦ παρρησια CP τοῦ σώματος ἀσθενής, καὶ ὁ λόγος ἐξουθενημένος.» 11 Τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι᾿ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ.
Proper limits for boasting
12 Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισιν τῶν ἑαυτοὺς συνιστανόντων· ἀλλὰ§αλλα rell ¦ αλλ [17%] αὐτοί, ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς, οὐ συνιοῦσιν.*συνιουσιν f35 (92.3%) RP,HF,OC,TR,CP ¦ συνιωσιν (1.8%) ¦ συνιασιν 𝕻46 (4.7%) NU ¦ συνισασιν ℵ (0.5%) ¦ συνειασιν B ¦ — (0.5%) 13 Ἡμεῖς δὲ οὐχὶουχι f35 [85%] RP,HF,OC,TR,CP ¦ ουκ 𝕻46ℵB [15%] NU εἰς τὰ ἄμετρα καυχησόμεθα, ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ Θεὸς μέτρου, ἐφικέσθαι ἄχρι καὶ ὑμῶν. 14 Οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς, ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ· 15 οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲδε rell ¦ — [25%] ἔχοντες, αὐξανομένης τῆς πίστεως ὑμῶν, ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν, 16 εἰς τὰ ὑπερέκεινα§υπερεκεινα rell ¦ υπερεπεκεινα [5%] CP ὑμῶν εὐαγγελίσασθαι (οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι).
17 «Ὁ δὲ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω.» 18 Οὐ γὰρ ὁ ἑαυτὸν συνιστῶν,*συνιστων f35 [95%] RP,HF,OC,TR,CP ¦ συνιστανων 𝕻46ℵB [5%] NU ἐκεῖνός ἐστιν δόκιμος, ἀλλ᾿αλλ rell ¦ αλλα 𝕻46B,NU ὃν ὁ Κύριος συνίστησιν.

*10:1 πραοτητος f35 C [98%] RP,HF,OC,TR,CP ¦ πραυτητος ℵB [2%] NU

10:4 στρατειας f35 𝕻46 [77%] RP,HF,OC,TR,CP,NU ¦ στρατιας ℵB,C [23%]

10:7 αφ f35 C [93%] RP,HF,OC,TR,CP ¦ εφ 𝕻46ℵB [7%] NU

§10:7 χριστου f35 [95%] RP,HF,OC,TR,CP ¦ — 𝕻46(ℵ)B,C [5%] NU

*10:8 τε f35 ℵ [96%] RP,HF,OC,TR,CP[NU] ¦ — 𝕻46B,C [4%]

10:8 και f35 [96%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB,C [4%] NU

10:8 καυχησωμαι rell ¦ καυχησομαι [15%]

§10:8 ημιν f35 [96%] RP,HF,OC,TR,CP ¦ ημων [2%] ¦ — 𝕻46ℵB,C [2%] NU

*10:9 ινα rell ¦ 1 δε [7%] CP

10:10 μεν επιστολαι f35 [98%] RP,HF,OC,TR,CP ¦ ~ 21 𝕻46vℵB [2%] NU

10:10 παρουσια rell ¦ παρρησια CP

§10:12 αλλα rell ¦ αλλ [17%]

*10:12 συνιουσιν f35 (92.3%) RP,HF,OC,TR,CP ¦ συνιωσιν (1.8%) ¦ συνιασιν 𝕻46 (4.7%) NU ¦ συνισασιν ℵ (0.5%) ¦ συνειασιν B ¦ — (0.5%)

10:13 ουχι f35 [85%] RP,HF,OC,TR,CP ¦ ουκ 𝕻46ℵB [15%] NU

10:15 δε rell ¦ — [25%]

§10:16 υπερεκεινα rell ¦ υπερεπεκεινα [5%] CP

*10:18 συνιστων f35 [95%] RP,HF,OC,TR,CP ¦ συνιστανων 𝕻46ℵB [5%] NU

10:18 αλλ rell ¦ αλλα 𝕻46B,NU