ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄
1
Greeting
Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ*ιησου χριστου f35 A [60%] RP,TR ¦ ~ 21 ℵ [40%] HF,OC,NU ¦ — CP[?] διὰ θελήματος Θεοῦ, κατ᾿ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, Τιμοθέῳ, ἀγαπητῷ τέκνῳ· Χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.
Paul addresses Timothy’s spiritual crisis
Paul encourages Timothy
Χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσίν μου, νυκτὸς καὶ ἡμέρας, ἐπιποθῶν σε ἰδεῖν (μεμνημένος σου τῶν δακρύων), ἵνα χαρᾶς πληρωθῶ·πληρωθω f35 ℵA,C [90%] RP,HF,OC,TR,NU ¦ πλησθω [10%] CP ὑπόμνησιν λαμβάνωνλαμβανων f35 [96%] RP,HF,OC,TR,CP ¦ λαβων ℵA,C [4%] NU τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως—ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι§λωιδι rell ¦ λοιδι [3%] ¦ λωιδη [2%] CP καὶ τῇ μητρί σου Εὐνείκῃ,*ευνεικη f35 [50%] TR ¦ ευνικη ℵA,C [45%] RP,HF,OC,CP,NU ¦ ευνηκη [5%] πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. Δι᾿ ἣν αἰτίαν ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου. Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ.
Don’t be ashamed to suffer for Christ
Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ —τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν ἀλλὰ κατ᾿κατ f35 [95%] RP,HF,OC,TR,CP ¦ κατα ℵA,C [5%] NU ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, 10 φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν, Ἰησοῦ Χριστοῦ,ιησου χριστου f35 C [97%] RP,HF,OC,TR,CP ¦ ~ 21 ℵA [3%] NU καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου· 11 εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν.§εθνων f35 C (99%) RP,HF,OC,TR,CP ¦ — ℵA,I (1%) NU (It is improbable that NU could be correct here; even the Coptic abandons them.) 12 Δι᾿ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ᾿ οὐκ ἐπαισχύνομαι, οἶδα γὰρ ᾧ πεπίστευκα καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην*παραθηκην f35 ℵA,C [85%] RP,HF,OC,TR,NU ¦ παρακαταθηκην [15%] CP μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.
Be loyal—the example of Onesiphorus
13 Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ᾿ ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ. 14 Τὴν καλὴν παραθήκηνπαραθηκην f35 ℵA,C [90%] RP,HF,OC,CP,NU ¦ παρακαταθηκην [10%] TR φύλαξον διὰ Πνεύματος Ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.
15 Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστιν Φύγελλοςφυγελλος f35 A [60%] OC,TR ¦ φυγελος ℵC [35%] RP,HF,CP,NU ¦ φρυγελλος [5%] καὶ Ἑρμογένης. 16 Δῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν καὶ τὴν ἅλυσίν μου οὐκ ἐπῃσχύνθη·§επησχυνθη f35 ℵ [50%] TR ¦ επαισχυνθη A,C [49%] RP,HF,OC,CP,NU ¦ καταισχυνθη [1%] (Apparently we have alternate forms of the aorist passive indicative, so the meaning is the same.) 17 ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαιότερον*σπουδαιοτερον f35 (94.3%) RP,HF,OC,TR,CP ¦ σπουδαιοτερως A (1.7%) ¦ σπουδαιως ℵ(C) (3.8%) NU ¦ one other variant (0.2%) ἐζήτησέν με καὶ εὗρεν 18 (δῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ)· καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησεν βέλτιον σὺ γινώσκεις.

*1:1 ιησου χριστου f35 A [60%] RP,TR ¦ ~ 21 ℵ [40%] HF,OC,NU ¦ — CP[?]

1:4 πληρωθω f35 ℵA,C [90%] RP,HF,OC,TR,NU ¦ πλησθω [10%] CP

1:5 λαμβανων f35 [96%] RP,HF,OC,TR,CP ¦ λαβων ℵA,C [4%] NU

§1:5 λωιδι rell ¦ λοιδι [3%] ¦ λωιδη [2%] CP

*1:5 ευνεικη f35 [50%] TR ¦ ευνικη ℵA,C [45%] RP,HF,OC,CP,NU ¦ ευνηκη [5%]

1:9 κατ f35 [95%] RP,HF,OC,TR,CP ¦ κατα ℵA,C [5%] NU

1:10 ιησου χριστου f35 C [97%] RP,HF,OC,TR,CP ¦ ~ 21 ℵA [3%] NU

§1:11 εθνων f35 C (99%) RP,HF,OC,TR,CP ¦ — ℵA,I (1%) NU (It is improbable that NU could be correct here; even the Coptic abandons them.)

*1:12 παραθηκην f35 ℵA,C [85%] RP,HF,OC,TR,NU ¦ παρακαταθηκην [15%] CP

1:14 παραθηκην f35 ℵA,C [90%] RP,HF,OC,CP,NU ¦ παρακαταθηκην [10%] TR

1:15 φυγελλος f35 A [60%] OC,TR ¦ φυγελος ℵC [35%] RP,HF,CP,NU ¦ φρυγελλος [5%]

§1:16 επησχυνθη f35 ℵ [50%] TR ¦ επαισχυνθη A,C [49%] RP,HF,OC,CP,NU ¦ καταισχυνθη [1%] (Apparently we have alternate forms of the aorist passive indicative, so the meaning is the same.)

*1:17 σπουδαιοτερον f35 (94.3%) RP,HF,OC,TR,CP ¦ σπουδαιοτερως A (1.7%) ¦ σπουδαιως ℵ(C) (3.8%) NU ¦ one other variant (0.2%)