6
Διό, ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα,*φερωμεθα rell ¦ φερομεθα [15%] μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων καὶ πίστεως ἐπὶ Θεόν, βαπτισμῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν, καὶ κρίματος αἰωνίου. Καὶ τοῦτο ποιήσομενποιησομεν f35 𝕻46ℵB,Iv [40%] OC,TR,CP,NU ¦ ποιησωμεν A,C [59%] RP,HF ¦ ποιησαντες [1%] ἐάνπερ ἐπιτρέπῃεπιτρεπη rell ¦ επιτρεπει [15%] ὁ Θεός.
No one kills Jesus twice
Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας Πνεύματος Ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν—ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας.
Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ᾿ αὐτῆς πολλάκις ἐρχόμενον§πολλακις ερχομενον f35 A,C [92%] RP,HF,OC,TR,CP ¦ ~ 21 𝕻46ℵB [5%] NU ¦ 2 [1%] ¦ one other variant [2%] ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι᾿ οὓς καὶ γεωργεῖται μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος, καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν.
A word of encouragement
Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείσσονα*κρεισσονα f35 𝕻46ℵA,B,C [85%] RP,HF,CP,NU ¦ κρειττονα [15%] OC,TR—καὶ ἐχόμενα σωτηρίας—εἰ καὶ οὕτως λαλοῦμεν. 10 Οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν, καὶ τοῦ κόπουτου κοπου f35 (87.8%) RP,HF,OC,TR,CP ¦ 12 και (1%) ¦ 1 σκοπου (1.9%) ¦ — 𝕻46ℵA,B,C (9.3%) NU τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες. 11 Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδήν, πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος, ἄχρι τέλους· 12 ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.
Our secure anchor
13 Τῷ γὰρ Ἁβραὰμ ἐπαγγειλάμενος ὁ Θεός, ἐπεὶ κατ᾿ οὐδενὸς εἶχεν μείζονος ὀμόσαι, ὤμοσεν καθ᾿ ἑαυτοῦ, 14 λέγων, «Ἦ μὴνη μην f35 [90%] RP,HF,OC,TR,CP ¦ ει 2 𝕻46ℵA,B [8%] NU ¦ ει μη C ¦ two other readings [2%] (If η is the older form, how could the change, ει→η, come about in the middle ages?) εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε.» 15 Καὶ οὕτως, μακροθυμήσας, ἐπέτυχεν τῆς ἐπαγγελίας.
16 Ἄνθρωποι μὲν§μεν f35 C [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B [3%] NU γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος, 17 ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ, 18 ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι*ψευσασθαι f35 B [95%] RP,HF,OC,TR,CP ¦ 1 τον 𝕻46ℵA,C [5%] [NU] Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν,εχωμεν f35 𝕻46ℵA,B,C [70%] RP,HF,OC,TR,CP,NU ¦ εχομεν [30%] οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος· 19 ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, ἀσφαλῆ τε καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, 20 ὅπου Πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲκ Ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.

*6:1 φερωμεθα rell ¦ φερομεθα [15%]

6:3 ποιησομεν f35 𝕻46ℵB,Iv [40%] OC,TR,CP,NU ¦ ποιησωμεν A,C [59%] RP,HF ¦ ποιησαντες [1%]

6:3 επιτρεπη rell ¦ επιτρεπει [15%]

§6:7 πολλακις ερχομενον f35 A,C [92%] RP,HF,OC,TR,CP ¦ ~ 21 𝕻46ℵB [5%] NU ¦ 2 [1%] ¦ one other variant [2%]

*6:9 κρεισσονα f35 𝕻46ℵA,B,C [85%] RP,HF,CP,NU ¦ κρειττονα [15%] OC,TR

6:10 του κοπου f35 (87.8%) RP,HF,OC,TR,CP ¦ 12 και (1%) ¦ 1 σκοπου (1.9%) ¦ — 𝕻46ℵA,B,C (9.3%) NU

6:14 η μην f35 [90%] RP,HF,OC,TR,CP ¦ ει 2 𝕻46ℵA,B [8%] NU ¦ ει μη C ¦ two other readings [2%] (If η is the older form, how could the change, ει→η, come about in the middle ages?)

§6:16 μεν f35 C [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B [3%] NU

*6:18 ψευσασθαι f35 B [95%] RP,HF,OC,TR,CP ¦ 1 τον 𝕻46ℵA,C [5%] [NU]

6:18 εχωμεν f35 𝕻46ℵA,B,C [70%] RP,HF,OC,TR,CP,NU ¦ εχομεν [30%]