16
The sign of the prophet Jonah
Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι*επιδειξαι rell ¦ υποδειξαι CP αὐτοῖς. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· «Ὀψίας γενομένης λέγετε, ‹Εὐδία, πυρράζει γὰρ ὁ οὐρανός›· καὶ πρωΐ, ‹Σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός.› Ὑποκριταί,υποκριται f35 [94%] RP,HF,OC,CP,TR[NU] ¦ — C,D,W [3%] ¦ (omit verses 2b-3 ℵB [3%]) τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε.from οψιας, verse 2, to δυνασθε, end of verse 3 f35 C,D,N,W [97%] RP,HF,CP,TR[NU] [OC adds γνωναι] ¦ — ℵB [3%] Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.»§του προφητου f35 C,N,W [99%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [1%] NU Καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν.
“Beware of the leaven of the Pharisees”
Καὶ ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ*αυτου f35 N,W [98%] RP,HF,OC,CP,TR ¦ — ℵB,C,D [2%] NU εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, «Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων.» Οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς, λέγοντες ὅτι «Ἄρτους οὐκ ἐλάβομεν.» Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς·αυτοις f35 C [90%] RP,HF,OC,CP,TR ¦ — ℵB,D,W [10%] NU «Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἐλάβετε;ελαβετε f35 C,W (97.4%) RP,HF,OC,CP,TR ¦ ελαβομεν (0.6%) ¦ εχετε ℵB,D (1.7%) NU ¦ long omissions (0.2%) Οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε; 10 Οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε; 11 Πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ἄρτου§αρτου f35 D,W [90%] RP,HF,OC,CP,TR ¦ αρτων ℵB,C [10%] NU ¦ αρτους [0.5%] εἶπον ὑμῖν προσέχειν*προσεχειν f35 W [95.5%] RP,HF,OC,CP,TR ¦ προσεχετε D [1%] ¦ προσεχετε δε ℵB,C [1.5%] NU ¦ αλλα προσεχετε [1%] ¦ two other variants [1%] ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων;» 12 Τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης τοῦ ἄρτου,του αρτου f35 C,W (94.2%) RP,HF,OC,CP,TR ¦ των αρτων B (1.3%) NU ¦ — D (0.7%) ¦ των φαρισαιων και σαδδουκαιων ℵ (0.4%) ¦ three other variants (0.4%) ¦ long omissions (3%) ἀλλὰαλλα f35 ℵB,C,D,W [75%] RP,HF,CP,NU ¦ αλλ [25%] OC,TR ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
Jesus openly declares His death and ministers on that basis
13 Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων, «Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι,§με λεγουσιν οι ανθρωποι ειναι f35 [98.5%] RP,HF,OC,CP,TR ¦ 2345 B [0.5%] NU ¦ ~ 21345 C,W [0.5%] ¦ ~ 3452 ℵ ¦ ~ 13425 D ¦ one other variant τὸν Υἱὸν τοῦ Ἀνθρώπου;» 14 Οἱ δὲ εἶπον,*ειπον rell ¦ ειπαν B [0.5%] NU «Οἱ μὲν Ἰωάννην τὸν Βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἱερεμίαν ἢ ἕνα τῶν προφητῶν.» 15 Λέγει αὐτοῖς, «Ὑμεῖς δέ, τίνα με λέγετε εἶναι;» 16 Ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν, «Σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» 17 Καὶ ἀποκριθεὶςκαι αποκριθεις f35 C,W [97%] RP,HF,OC,CP,TR ¦ ~ 2 δε ℵB,D [3%] NU ὁ Ἰησοῦς εἶπεν αὐτῷ· «Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ᾿ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. 18 Κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾍδου οὐ κατισχύσουσιν αὐτῆς. 19 Καὶκαι f35 C,W [99%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [1%] NU δώσω σοι τὰς κλεῖς§κλεις f35 C,D [99.5%] RP,HF,OC,CP,TR ¦ κλειδας ℵB,W [0.5%] NU τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.»
20 Τότε διεστείλατο τοῖς μαθηταῖς αὐτοῦ*αυτου f35 W [99%] RP,HF,OC,CP,TR ¦ — ℵB,C,D [1%] NU ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστινεστιν f35 ℵB [35%] NU ¦ 1 ιησους C(D)W [65%] RP,HF,OC,CP,TR ὁ Χριστός. 21 Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν ἀπελθεῖν εἰς Ἱεροσόλυμααπελθειν εις ιεροσολυμα f35 C,W [97%] RP,HF,OC,CP,TR ¦ ~ 231 ℵB,D [3%] NU καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. 22 Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ, λέγων, «Ἵλεώς σοι, Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο.» 23 Ὁ δὲ στραφεὶς εἶπεν τῷ Πέτρῳ· «Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλόν μου εἶ,§μου ει f35 W [97%] RP,HF,OC,CP,TR ¦ ~ 21 C [0.5%] ¦ ~ 2 εμου ℵB [2%] NU ¦ ~ 2 εμοι D [0.5%] ¦ one other variant ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.»
How to save your life
24 Τότε ὁ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω*ακολουθειτω rell ¦ ακολουθητω CP μοι. 25 Ὃς γὰρ ἂναν f35 D,W [99%] RP,HF,OC,CP,TR ¦ εαν ℵB,C [1%] NU θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν, ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. 26 Τί γὰρ ὠφελεῖταιωφελειται f35 C,D,W [97%] RP,HF,OC,CP,TR ¦ ωφεληθησεται ℵB [3%] NU ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 27 Μέλλει γὰρ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. 28 Ἀμὴν λέγω ὑμῖν,§υμιν f35 C,D,W [96%] RP,HF,OC,CP,TR ¦ 1 οτι ℵB [4%] NU εἰσίν τινες*τινες f35 W [85%] RP,HF ¦ 1 των ℵB,C,D [15%] OC,CP,TR,NU ὧδε ἑστῶτεςεστωτες f35 W [85%] RP,HF ¦ εστηκοτων [10%] OC,CP,TR ¦ εστωτων ℵB,C,D [5%] NU οἵτινες οὐ μὴ γεύσωνταιγευσωνται rell ¦ γευσονται [5%] CP θανάτου ἕως ἂν ἴδωσιν τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.»

*16:1 επιδειξαι rell ¦ υποδειξαι CP

16:3 υποκριται f35 [94%] RP,HF,OC,CP,TR[NU] ¦ — C,D,W [3%] ¦ (omit verses 2b-3 ℵB [3%])

16:3 from οψιας, verse 2, to δυνασθε, end of verse 3 f35 C,D,N,W [97%] RP,HF,CP,TR[NU] [OC adds γνωναι] ¦ — ℵB [3%]

§16:4 του προφητου f35 C,N,W [99%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [1%] NU

*16:5 αυτου f35 N,W [98%] RP,HF,OC,CP,TR ¦ — ℵB,C,D [2%] NU

16:8 αυτοις f35 C [90%] RP,HF,OC,CP,TR ¦ — ℵB,D,W [10%] NU

16:8 ελαβετε f35 C,W (97.4%) RP,HF,OC,CP,TR ¦ ελαβομεν (0.6%) ¦ εχετε ℵB,D (1.7%) NU ¦ long omissions (0.2%)

§16:11 αρτου f35 D,W [90%] RP,HF,OC,CP,TR ¦ αρτων ℵB,C [10%] NU ¦ αρτους [0.5%]

*16:11 προσεχειν f35 W [95.5%] RP,HF,OC,CP,TR ¦ προσεχετε D [1%] ¦ προσεχετε δε ℵB,C [1.5%] NU ¦ αλλα προσεχετε [1%] ¦ two other variants [1%]

16:12 του αρτου f35 C,W (94.2%) RP,HF,OC,CP,TR ¦ των αρτων B (1.3%) NU ¦ — D (0.7%) ¦ των φαρισαιων και σαδδουκαιων ℵ (0.4%) ¦ three other variants (0.4%) ¦ long omissions (3%)

16:12 αλλα f35 ℵB,C,D,W [75%] RP,HF,CP,NU ¦ αλλ [25%] OC,TR

§16:13 με λεγουσιν οι ανθρωποι ειναι f35 [98.5%] RP,HF,OC,CP,TR ¦ 2345 B [0.5%] NU ¦ ~ 21345 C,W [0.5%] ¦ ~ 3452 ℵ ¦ ~ 13425 D ¦ one other variant

*16:14 ειπον rell ¦ ειπαν B [0.5%] NU

16:17 και αποκριθεις f35 C,W [97%] RP,HF,OC,CP,TR ¦ ~ 2 δε ℵB,D [3%] NU

16:19 και f35 C,W [99%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [1%] NU

§16:19 κλεις f35 C,D [99.5%] RP,HF,OC,CP,TR ¦ κλειδας ℵB,W [0.5%] NU

*16:20 αυτου f35 W [99%] RP,HF,OC,CP,TR ¦ — ℵB,C,D [1%] NU

16:20 εστιν f35 ℵB [35%] NU ¦ 1 ιησους C(D)W [65%] RP,HF,OC,CP,TR

16:21 απελθειν εις ιεροσολυμα f35 C,W [97%] RP,HF,OC,CP,TR ¦ ~ 231 ℵB,D [3%] NU

§16:23 μου ει f35 W [97%] RP,HF,OC,CP,TR ¦ ~ 21 C [0.5%] ¦ ~ 2 εμου ℵB [2%] NU ¦ ~ 2 εμοι D [0.5%] ¦ one other variant

*16:24 ακολουθειτω rell ¦ ακολουθητω CP

16:25 αν f35 D,W [99%] RP,HF,OC,CP,TR ¦ εαν ℵB,C [1%] NU

16:26 ωφελειται f35 C,D,W [97%] RP,HF,OC,CP,TR ¦ ωφεληθησεται ℵB [3%] NU

§16:28 υμιν f35 C,D,W [96%] RP,HF,OC,CP,TR ¦ 1 οτι ℵB [4%] NU

*16:28 τινες f35 W [85%] RP,HF ¦ 1 των ℵB,C,D [15%] OC,CP,TR,NU

16:28 εστωτες f35 W [85%] RP,HF ¦ εστηκοτων [10%] OC,CP,TR ¦ εστωτων ℵB,C,D [5%] NU

16:28 γευσωνται rell ¦ γευσονται [5%] CP