11
μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.
Ἐπαινῶ δὲ ⸀ὑμᾶς*ὑμᾶς WH Treg NA28 ] + ἀδελφοί RPὅτι πάντα μου μέμνησθε καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε. θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ ⸀τοῦτοῦ WH Treg NA28 ] – RPΧριστοῦ ὁ θεός. πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν ⸀αὐτῆςαὐτῆς WH Treg NA28 ] ἑαυτῆς RP ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ. εἰ γὰρ οὐ κατακαλύπτεται γυνή, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω. ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων· ⸀ἡ§ἡ WH Treg NA28 ] – RPγυνὴ δὲ δόξα ἀνδρός ἐστιν. οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός· καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. 10 διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους. 11 πλὴν οὔτε ⸂γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς*γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς WH Treg NA28 ] ἀνὴρ χωρὶς γυναικὸς οὔτε γυνὴ χωρὶς ἀνδρὸς RP ἐν κυρίῳ· 12 ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός, οὕτως καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός· τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ. 13 ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶν γυναῖκα ἀκατακάλυπτον τῷ θεῷ προσεύχεσθαι; 14 ⸀οὐδὲοὐδὲ WH Treg NA28 ] ἢ οὐδὲ RP ⸂ἡ φύσις αὐτὴἡ φύσις αὐτὴ WH Treg NA28 ] αὐτὴ ἡ φύσις RP διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστιν, 15 γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστιν; ὅτι ἡ κόμη ἀντὶ περιβολαίου ⸀δέδοται§δέδοται RP ] + αὐτῇ WH Treg NA28 16 εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ θεοῦ.
17 Τοῦτο δὲ ⸂παραγγέλλων οὐκ ἐπαινῶ*παραγγέλλων οὐκ ἐπαινῶ WH NA28 RP ] παραγγέλλω οὐκ ἐπαινῶν Treg ὅτι οὐκ εἰς τὸ κρεῖσσον ἀλλὰ εἰς τὸ ἧσσον συνέρχεσθε. 18 πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω. 19 δεῖ γὰρ καὶκαὶ WH Treg NA28 ] – RPαἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα ⸀καὶ οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν. 20 συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν, 21 ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. 22 μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; τί ⸂εἴπω ὑμῖνεἴπω ὑμῖν WH Treg NA28 ] ὑμῖν εἴπω RP; ἐπαινέσω ὑμᾶς; ἐν τούτῳ οὐκ ἐπαινῶ.
23 Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ ⸀παρεδίδετο§παρεδίδετο WH Treg NA28 ] παρεδίδοτο RPἔλαβεν ἄρτον 24 καὶ εὐχαριστήσας ἔκλασεν καὶ ⸀εἶπεν*εἶπεν WH Treg NA28 ] + Λάβετε φάγετε RP Τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ ⸀ὑμῶνὑμῶν WH Treg NA28 ] + κλώμενον RP τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. 25 ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις ⸀ἐὰνἐὰν WH Treg NA28 ] ἂν RPπίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. 26 ὁσάκις γὰρ ⸀ἐὰν§ἐὰν WH Treg NA28 ] ἂν RP ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ⸀ποτήριον*ποτήριον WH Treg NA28 ] + τοῦτο RP πίνητε, τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε, ἄχρι ⸀οὗοὗ WH Treg NA28 ] + ἂν RPἔλθῃ.
27 Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ⸀ἄρτονἄρτον WH Treg NA28 ] + τοῦτον RP ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ⸀ἀναξίως§ἀναξίως WH Treg NA28 ] + τοῦ κυρίου RP ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου. 28 δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω· 29 ὁ γὰρ ἐσθίων καὶ ⸀πίνων*πίνων WH Treg NA28 ] + ἀναξίως RP κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει μὴ διακρίνων τὸ ⸀σῶμασῶμα WH Treg NA28 ] + τοῦ κυρίου NIV RP 30 διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί. 31 εἰ ⸀δὲδὲ WH Treg NA28 ] γὰρ RPἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· 32 κρινόμενοι δὲ ⸀ὑπὸ§ὑπὸ RP ] + τοῦ WH Treg NA28κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.
33 Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε. 34 ⸀εἴ*εἴ WH Treg NA28 ] + δέ RPτις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρίμα συνέρχησθε. Τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξομαι.

*11:2 ὑμᾶς WH Treg NA28 ] + ἀδελφοί RP

11:3 τοῦ WH Treg NA28 ] – RP

11:5 αὐτῆς WH Treg NA28 ] ἑαυτῆς RP

§11:7 ἡ WH Treg NA28 ] – RP

*11:11 γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς WH Treg NA28 ] ἀνὴρ χωρὶς γυναικὸς οὔτε γυνὴ χωρὶς ἀνδρὸς RP

11:14 οὐδὲ WH Treg NA28 ] ἢ οὐδὲ RP

11:14 ἡ φύσις αὐτὴ WH Treg NA28 ] αὐτὴ ἡ φύσις RP

§11:15 δέδοται RP ] + αὐτῇ WH Treg NA28

*11:17 παραγγέλλων οὐκ ἐπαινῶ WH NA28 RP ] παραγγέλλω οὐκ ἐπαινῶν Treg

11:19 καὶ WH Treg NA28 ] – RP

11:22 εἴπω ὑμῖν WH Treg NA28 ] ὑμῖν εἴπω RP

§11:23 παρεδίδετο WH Treg NA28 ] παρεδίδοτο RP

*11:24 εἶπεν WH Treg NA28 ] + Λάβετε φάγετε RP

11:24 ὑμῶν WH Treg NA28 ] + κλώμενον RP

11:25 ἐὰν WH Treg NA28 ] ἂν RP

§11:26 ἐὰν WH Treg NA28 ] ἂν RP

*11:26 ποτήριον WH Treg NA28 ] + τοῦτο RP

11:26 οὗ WH Treg NA28 ] + ἂν RP

11:27 ἄρτον WH Treg NA28 ] + τοῦτον RP

§11:27 ἀναξίως WH Treg NA28 ] + τοῦ κυρίου RP

*11:29 πίνων WH Treg NA28 ] + ἀναξίως RP

11:29 σῶμα WH Treg NA28 ] + τοῦ κυρίου NIV RP

11:31 δὲ WH Treg NA28 ] γὰρ RP

§11:32 ὑπὸ RP ] + τοῦ WH Treg NA28

*11:34 εἴ WH Treg NA28 ] + δέ RP