12
Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. οἴδατε ὅτι ὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι. διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει· Ἀνάθεμα ⸀Ἰησοῦς*Ἰησοῦς WH Treg NA28 ] Ἰησοῦν RP καὶ οὐδεὶς δύναται εἰπεῖν· ⸂Κύριος ἸησοῦςΚύριος Ἰησοῦς WH Treg NA28 ] Κύριον Ἰησοῦν RP εἰ μὴ ἐν πνεύματι ἁγίῳ.
Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ⸂ὁ δὲὁ δὲ Treg NA28 RP ] καὶ ὁ WH ⸀αὐτὸς§αὐτὸς WH Treg NA28 ] + ἐστιν RPθεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ⸀ἑτέρῳ*ἑτέρῳ WH Treg NA28 ] + δὲ RP πίστις ἐν τῷ αὐτῷ πνεύματι, ⸀ἄλλῳἄλλῳ Holmes ] + δὲ WH Treg NA28 RP χαρίσματα ἰαμάτων ἐν τῷ ⸀ἑνὶἑνὶ WH Treg NA28 ] αὐτῷ RP πνεύματι, 10 ⸀ἄλλῳ§⸀ἄλλῳ Holmes ] + δὲ WH Treg NA28 RP ἐνεργήματα δυνάμεων, ⸁ἄλλῳ*⸁ἄλλῳ Treg ] + δὲ WH NA28 RP προφητεία, ⸀1ἄλλῳ1 ἄλλῳ Treg ] + δὲ WH NA28 RP διακρίσεις πνευμάτων, ⸀ἑτέρῳἑτέρῳ WH Treg NA28 ] + δὲ RP γένη γλωσσῶν, ⸀2ἄλλῳ§2 ἄλλῳ Holmes ] + δὲ WH Treg NA28 RPἑρμηνεία γλωσσῶν· 11 πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.
12 Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη ⸂πολλὰ ἔχει*πολλὰ ἔχει WH Treg NA28 ] ἔχει πολλὰ RP , πάντα δὲ τὰ μέλη τοῦ ⸀σώματοςσώματος WH Treg NA28 ] + τοῦ ἑνός RPπολλὰ ὄντα ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ Χριστός· 13 καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντεςπάντες WH Treg NA28 ] + εἰς RPεἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ ⸀πάντες ἓν πνεῦμα ἐποτίσθημεν.
14 Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά. 15 ἐὰν εἴπῃ ὁ πούς· Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; 16 καὶ ἐὰν εἴπῃ τὸ οὖς· Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος· 17 εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις; 18 ⸀νυνὶ§νυνὶ NA28 RP ] νῦν WH Tregδὲ ὁ θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν, ἐν τῷ σώματι καθὼς ἠθέλησεν. 19 εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; 20 νῦν δὲ πολλὰ ⸀μὲν*μὲν Treg NA28 RP ] – WHμέλη, ἓν δὲ σῶμα. 21 οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· Χρείαν σου οὐκ ἔχω, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν· Χρείαν ὑμῶν οὐκ ἔχω· 22 ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν, 23 καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει, 24 τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ⸀ἔχειἔχει WH Treg RP NA28 ] + τιμῆς NIV ἀλλὰ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα, τῷ ⸀ὑστεροῦντιὑστεροῦντι RP ] ὑστερουμένῳ WH Treg NA28περισσοτέραν δοὺς τιμήν, 25 ἵνα μὴ ᾖ ⸀σχίσμα§σχίσμα WH Treg NA28 ] σχίσματα RPἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη. 26 καὶ ⸀εἴτε*εἴτε WH NA28 RP ] εἴ τι Treg πάσχει ἓν μέλοςμέλος WH Treg ] ἓν μέλος NA28 RP συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ⸀μέλος, συγχαίρει πάντα τὰ μέλη.
27 Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. 28 καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειταἔπειτα WH Treg NA28 ] εἶτα RPδυνάμεις, ⸀ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν. 29 μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; 30 μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσιν; μὴ πάντες διερμηνεύουσιν; 31 ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ ⸀μείζονα§μείζονα WH Treg NA28 ] κρείττονα RP καὶ ἔτι καθʼ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.

*12:3 Ἰησοῦς WH Treg NA28 ] Ἰησοῦν RP

12:3 Κύριος Ἰησοῦς WH Treg NA28 ] Κύριον Ἰησοῦν RP

12:6 ὁ δὲ Treg NA28 RP ] καὶ ὁ WH

§12:6 αὐτὸς WH Treg NA28 ] + ἐστιν RP

*12:9 ἑτέρῳ WH Treg NA28 ] + δὲ RP

12:9 ἄλλῳ Holmes ] + δὲ WH Treg NA28 RP

12:9 ἑνὶ WH Treg NA28 ] αὐτῷ RP

§12:10 ⸀ἄλλῳ Holmes ] + δὲ WH Treg NA28 RP

*12:10 ⸁ἄλλῳ Treg ] + δὲ WH NA28 RP

12:10 ⸀1 ἄλλῳ Treg ] + δὲ WH NA28 RP

12:10 ἑτέρῳ WH Treg NA28 ] + δὲ RP

§12:10 ⸀2 ἄλλῳ Holmes ] + δὲ WH Treg NA28 RP

*12:12 πολλὰ ἔχει WH Treg NA28 ] ἔχει πολλὰ RP

12:12 σώματος WH Treg NA28 ] + τοῦ ἑνός RP

12:13 πάντες WH Treg NA28 ] + εἰς RP

§12:18 νυνὶ NA28 RP ] νῦν WH Treg

*12:20 μὲν Treg NA28 RP ] – WH

12:24 ἔχει WH Treg RP NA28 ] + τιμῆς NIV

12:24 ὑστεροῦντι RP ] ὑστερουμένῳ WH Treg NA28

§12:25 σχίσμα WH Treg NA28 ] σχίσματα RP

*12:26 εἴτε WH NA28 RP ] εἴ τι Treg

12:26 μέλος WH Treg ] ἓν μέλος NA28 RP

12:28 ἔπειτα WH Treg NA28 ] εἶτα RP

§12:31 μείζονα WH Treg NA28 ] κρείττονα RP