ΠΕΤΡΟΥ Α
1
1 Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας, καὶ Βιθυνίας, 2 κατὰ πρόγνωσιν θεοῦ πατρός, ἐν ἁγιασμῷ πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.
3 Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, 4 εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς 5 τοὺς ἐν δυνάμει θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ. 6 ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι εἰ δέον WH Treg ] + ἐστίν NIV RP⸀δέον λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, 7 ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον WH Treg NIV ] πολὺ τιμιώτερον RP⸀πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν καὶ τιμὴν WH Treg NIV ] τιμὴν καὶ εἰς δόξαν RP⸂δόξαν καὶ τιμὴν⸃ ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. 8 ὃν οὐκ ἰδόντες WH Treg NIV ] εἰδότες RP⸀ἰδόντες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες πιστεύοντες δὲ ἀγαλλιᾶσθε Treg NIV RP ] ἀγαλλιᾶτε WH⸀ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, 9 κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν Treg NIV RP ] – WH⸀ὑμῶν σωτηρίαν ψυχῶν.
10 Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηραύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, 11 ἐραυνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας· 12 οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς WH Treg ] + ἐν NIV RP⸀ὑμᾶς πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ᾽ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.
13 Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες τελείως, ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. 14 ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, 15 ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, 16 διότι γέγραπται ὅτι WH NIV ] – Treg RP⸀ὅτι Ἅγιοι ἔσεσθε WH Treg NIV ] γίνεσθε RP⸀ἔσεσθε, ὅτι ἐγὼ ἅγιος WH Treg ] + εἰμι NIV RP⸀ἅγιος.
17 Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήμπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε· 18 εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, 19 ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, 20 προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ᾽ ἐσχάτου WH Treg NIV ] ἐσχάτων RP⸀ἐσχάτου τῶν χρόνων δι᾽ ὑμᾶς 21 τοὺς δι᾽ αὐτοῦ πιστοὺς WH Treg NIV ] πιστεύοντας RP⸀πιστοὺς εἰς θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν.
22 Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας WH Treg NIV ] + διὰ πνεύματος RP⸀ἀληθείας εἰς φιλαδελφίαν ἀνυπόκριτον ἐκ WH Treg NIV ] + καθαρᾶς NA RP⸀ἐκ καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς, 23 ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος θεοῦ καὶ μένοντος WH Treg NIV ] + εἰς τὸν αἰῶνα RP⸀μένοντος· 24 διότι πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα αὐτῆς WH Treg NIV ] ἀνθρώπου RP⸀αὐτῆς ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος WH Treg NIV ] + αὐτοῦ RP⸀ἄνθος ἐξέπεσεν· 25 τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο δέ ἐστιν τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς.
1:6 δέον WH Treg ] + ἐστίν NIV RP
1:7 πολυτιμότερον WH Treg NIV ] πολὺ τιμιώτερον RP
1:7 δόξαν καὶ τιμὴν WH Treg NIV ] τιμὴν καὶ εἰς δόξαν RP
1:8 ἰδόντες WH Treg NIV ] εἰδότες RP
1:8 ἀγαλλιᾶσθε Treg NIV RP ] ἀγαλλιᾶτε WH
1:9 ὑμῶν Treg NIV RP ] – WH
1:12 ὑμᾶς WH Treg ] + ἐν NIV RP
1:16 ὅτι WH NIV ] – Treg RP
1:16 ἔσεσθε WH Treg NIV ] γίνεσθε RP
1:16 ἅγιος WH Treg ] + εἰμι NIV RP
1:20 ἐσχάτου WH Treg NIV ] ἐσχάτων RP
1:21 πιστοὺς WH Treg NIV ] πιστεύοντας RP
1:22 ἀληθείας WH Treg NIV ] + διὰ πνεύματος RP
1:22 ἐκ WH Treg NIV ] + καθαρᾶς NA RP
1:23 μένοντος WH Treg NIV ] + εἰς τὸν αἰῶνα RP
1:24 αὐτῆς WH Treg NIV ] ἀνθρώπου RP
1:24 ἄνθος WH Treg NIV ] + αὐτοῦ RP