5
Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. ὁ πλοῦτος ὑμῶν σέσηπεν, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν, ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν· ὡς πῦρ ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις. ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ ἀφυστερημένος WH Treg ] ἀπεστερημένος NIV RP⸀ἀφυστερημένος ἀφ᾽ ὑμῶν κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσεληλύθασιν NIV RP ] εἰσελήλυθαν WH Treg⸀εἰσεληλύθασιν· ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ὑμῶν WH Treg NIV ] + ὡς RP⸀ὑμῶν ἐν ἡμέρᾳ σφαγῆς. κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον. οὐκ ἀντιτάσσεται ὑμῖν;
Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπ᾽ αὐτῷ WH Treg NIV ] αὐτόν RP⸀αὐτῷ ἕως λάβῃ WH Treg NIV ] + ὑετὸν RP⸀λάβῃ πρόϊμον καὶ ὄψιμον. μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ κυρίου ἤγγικεν. μὴ στενάζετε, ἀδελφοί κατ᾽ ἀλλήλων WH Treg NIV ] κατ᾽ ἀλλήλων ἀδελφοί RP⸂ἀδελφοί, κατ᾽ ἀλλήλων⸃, ἵνα μὴ κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν. 10  ὑπόδειγμα λάβετε, ἀδελφοί WH Treg NIV ] + μου RP⸀ἀδελφοί, τῆς κακοπαθίας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν ἐν WH Treg NIV ] – RP⸀ἐν τῷ ὀνόματι κυρίου. 11  ἰδοὺ μακαρίζομεν τοὺς ὑπομείναντας WH Treg NIV ] ὑπομένοντας RP⸀ὑπομείναντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος κυρίου εἴδετε WH Treg NIV ] ἴδετε RP⸀εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ κύριος WH Treg NIV ] – RP⸂ὁ κύριος⸃ καὶ οἰκτίρμων.
12  Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ, ἵνα μὴ ὑπὸ κρίσιν WH Treg NIV ] εἴς ὑπὸκρίσιν RP⸂ὑπὸ κρίσιν⸃ πέσητε.
13  Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλλέτω. 14  ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ᾽ αὐτὸν ἀλείψαντες αὐτὸν Treg NIV RP ] – WH⸀αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ κυρίου· 15  καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ. 16  ἐξομολογεῖσθε οὖν WH Treg NIV ] – RP⸀οὖν ἀλλήλοις τὰς ἁμαρτίας WH Treg NIV ] τὰ παραπτώματα RP⸂τὰς ἁμαρτίας⸃ καὶ εὔχεσθε Treg NIV RP ] προσεύχεσθε WH⸀εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. 17  Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ· 18  καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκεν WH NIV RP ] ἔδωκεν ὑετὸν Treg⸂ὑετὸν ἔδωκεν⸃ καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς.
19  Ἀδελφοί μου WH Treg NIV ] – RP⸀μου, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας καὶ ἐπιστρέψῃ τις αὐτόν, 20  γινωσκέτω Treg NIV RP ] γινώσκετε WH⸀γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν αὐτοῦ WH NIV ] – Treg RP⸀αὐτοῦ ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν.

5:4 ἀφυστερημένος WH Treg ] ἀπεστερημένος NIV RP

5:4 εἰσεληλύθασιν NIV RP ] εἰσελήλυθαν WH Treg

5:5 ὑμῶν WH Treg NIV ] + ὡς RP

5:7 αὐτῷ WH Treg NIV ] αὐτόν RP

5:7 λάβῃ WH Treg NIV ] + ὑετὸν RP

5:9 ἀδελφοί κατ᾽ ἀλλήλων WH Treg NIV ] κατ᾽ ἀλλήλων ἀδελφοί RP

5:10 ἀδελφοί WH Treg NIV ] + μου RP

5:10 ἐν WH Treg NIV ] – RP

5:11 ὑπομείναντας WH Treg NIV ] ὑπομένοντας RP

5:11 εἴδετε WH Treg NIV ] ἴδετε RP

5:11 ὁ κύριος WH Treg NIV ] – RP

5:12 ὑπὸ κρίσιν WH Treg NIV ] εἴς ὑπὸκρίσιν RP

5:14 αὐτὸν Treg NIV RP ] – WH

5:16 οὖν WH Treg NIV ] – RP

5:16 τὰς ἁμαρτίας WH Treg NIV ] τὰ παραπτώματα RP

5:16 εὔχεσθε Treg NIV RP ] προσεύχεσθε WH

5:18 ὑετὸν ἔδωκεν WH NIV RP ] ἔδωκεν ὑετὸν Treg

5:19 μου WH Treg NIV ] – RP

5:20 γινωσκέτω Treg NIV RP ] γινώσκετε WH

5:20 αὐτοῦ WH NIV ] – Treg RP