2
ἔκρινα ⸀γὰρ*γὰρ WH NA28 ] δὲ Treg RPἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν· εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ ⸀τίςτίς WH Treg NA28 ] + ἐστιν RPὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; καὶ ⸀ἔγραψαἔγραψα WH Treg NA28 ] + ὑμῖν RP τοῦτο αὐτὸ ἵνα μὴ ἐλθὼν λύπην ⸀σχῶ§σχῶ WH Treg NA28 ] ἔχω RPἀφʼ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.
Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς. ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων, ὥστε τοὐναντίον ⸀μᾶλλον*μᾶλλον Treg NA28 RP ] – WHὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην· εἰς τοῦτο γὰρ καὶ ἔγραψα ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. 10 ᾧ δέ τι χαρίζεσθε, κἀγώ· καὶ γὰρ ἐγὼ ⸂ὃ κεχάρισμαι, εἴ τιὃ κεχάρισμαι, εἴ τι WH Treg NA28 ] εἴ τι κεχάρισμαι ᾧ RP κεχάρισμαι, διʼ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ, 11 ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ, οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.
12 Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ θύρας μοι ἀνεῳγμένης ἐν κυρίῳ, 13 οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου, ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν.
14 Τῷ δὲ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι διʼ ἡμῶν ἐν παντὶ τόπῳ· 15 ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, 16 οἷς μὲν ὀσμὴ ⸀ἐκ⸀ἐκ WH Treg NA28 ] – RP θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ⸁ἐκ§⸁ἐκ WH Treg NA28 ] – RPζωῆς εἰς ζωήν. καὶ πρὸς ταῦτα τίς ἱκανός; 17 οὐ γάρ ἐσμεν ὡς οἱ ⸀πολλοὶ*πολλοὶ WH Treg NA28 ] λοιποί RP καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ, ἀλλʼ ὡς ἐξ εἰλικρινείας, ἀλλʼ ὡς ἐκ θεοῦ ⸀κατέναντικατέναντι WH Treg NA28 ] κατενώπιον τοῦ RPθεοῦ ἐν Χριστῷ λαλοῦμεν.

*2:1 γὰρ WH NA28 ] δὲ Treg RP

2:2 τίς WH Treg NA28 ] + ἐστιν RP

2:3 ἔγραψα WH Treg NA28 ] + ὑμῖν RP

§2:3 σχῶ WH Treg NA28 ] ἔχω RP

*2:7 μᾶλλον Treg NA28 RP ] – WH

2:10 ὃ κεχάρισμαι, εἴ τι WH Treg NA28 ] εἴ τι κεχάρισμαι ᾧ RP

2:16 ⸀ἐκ WH Treg NA28 ] – RP

§2:16 ⸁ἐκ WH Treg NA28 ] – RP

*2:17 πολλοὶ WH Treg NA28 ] λοιποί RP

2:17 κατέναντι WH Treg NA28 ] κατενώπιον τοῦ RP