3
Ἀρχόμεθα πάλιν ἑαυτοὺς ⸀συνιστάνειν* συνιστάνειν WH NA28 RP ] συνιστᾶν Treg ⸀ἢ ἢ WH Treg NA28 ] Εἰ RP μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ⸀ὑμῶν ὑμῶν WH Treg NA28 ] +συστατικῶν RP ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων· φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφʼ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις ἀλλʼ ἐν πλαξὶν καρδίαις σαρκίναις. Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν θεόν. οὐχ ὅτι ⸂ἀφʼ ἑαυτῶν ἱκανοί ἐσμεν§ ἀφʼ ἑαυτῶν ἱκανοί ἐσμεν WH Treg NA28 ] ἱκανοί ἐσμεν ἀφʼ ἑαυτῶν RP λογίσασθαί τι ὡς ἐξ ⸀αὑτῶν* αὑτῶν WH ] αὐτῶν Treg; ἑαυτῶν NA28 RP ἀλλʼ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος, τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζῳοποιεῖ. Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν ⸀γράμμασιν γράμμασιν WH NA28 RP ] γράμματι Treg ⸀ἐντετυπωμένη ἐντετυπωμένη WH Treg NA28 ] + ἐν RPλίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; εἰ γὰρ ⸂τῇ διακονίᾳ§ τῇ διακονίᾳ Treg NA28 ] ἡ διακονία WH RP τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς ⸀δικαιοσύνης* δικαιοσύνης WH Treg NA28 ] + ἐν RPδόξῃ. 10 καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ⸀εἵνεκεν εἵνεκεν WH Treg NA28 ] ἕνεκεν RPτῆς ὑπερβαλλούσης δόξης· 11 εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ. 12 Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα, 13 καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ⸀αὐτοῦ αὐτοῦ WH Treg NA28 ] ἑαυτοῦ RP πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου. 14 ἀλλὰ ἐπωρώθη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον ⸀ἡμέρας§ ἡμέρας WH Treg NA28 ] – RP τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ⸀ὅτι* ὅτι WH Treg NA28 ] ὅ τι RPἐν Χριστῷ καταργεῖται, 15 ἀλλʼ ἕως σήμερον ἡνίκα ⸂ἂν ἀναγινώσκηται ἂν ἀναγινώσκηται WH Treg NA28 ] ἀναγινώσκεται RP Μωϋσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται· 16 ἡνίκα ⸂δὲ ἐὰν δὲ ἐὰν WH NA28 ] δὲ ἂν Treg RP ἐπιστρέψῃ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα. 17 ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα ⸀κυρίου§ κυρίου WH Treg NA28 ] + ἐκεῖ RP ἐλευθερία. 18 ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος.

*3:1 συνιστάνειν WH NA28 RP ] συνιστᾶν Treg

3:1 ἢ WH Treg NA28 ] Εἰ RP

3:1 ὑμῶν WH Treg NA28 ] +συστατικῶν RP

§3:5 ἀφʼ ἑαυτῶν ἱκανοί ἐσμεν WH Treg NA28 ] ἱκανοί ἐσμεν ἀφʼ ἑαυτῶν RP

*3:5 αὑτῶν WH ] αὐτῶν Treg; ἑαυτῶν NA28 RP

3:7 γράμμασιν WH NA28 RP ] γράμματι Treg

3:7 ἐντετυπωμένη WH Treg NA28 ] + ἐν RP

§3:9 τῇ διακονίᾳ Treg NA28 ] ἡ διακονία WH RP

*3:9 δικαιοσύνης WH Treg NA28 ] + ἐν RP

3:10 εἵνεκεν WH Treg NA28 ] ἕνεκεν RP

3:13 αὐτοῦ WH Treg NA28 ] ἑαυτοῦ RP

§3:14 ἡμέρας WH Treg NA28 ] – RP

*3:14 ὅτι WH Treg NA28 ] ὅ τι RP

3:15 ἂν ἀναγινώσκηται WH Treg NA28 ] ἀναγινώσκεται RP

3:16 δὲ ἐὰν WH NA28 ] δὲ ἂν Treg RP

§3:17 κυρίου WH Treg NA28 ] + ἐκεῖ RP