14
Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, ⸂ὁ δὲ*ὁ δὲ WH Treg NA28 ] καὶ ὁ RP μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω, ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο. σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ, ⸂δυνατεῖ γὰρδυνατεῖ γὰρ WH Treg NA28 ] δυνατὸς γάρ ἐστιν RP ὁ ⸀κύριοςκύριος WH Treg NA28 ] θεὸς RPστῆσαι αὐτόν.
Ὃς ⸀μὲν§μὲν Treg NIV RP ] + γάρ WH NA28κρίνει ἡμέραν παρʼ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν· ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω· ὁ φρονῶν τὴν ἡμέραν κυρίῳ ⸀φρονεῖ*φρονεῖ WH Treg NA28 ] + καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν κυρίῳ οὐ φρονεῖ RP καὶ ὁ ἐσθίων κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ θεῷ· καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ θεῷ.
Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει· ἐάν τε γὰρ ζῶμεν, τῷ κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τῷ κυρίῳ ἀποθνῄσκομεν. ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνῄσκωμεν, τοῦ κυρίου ἐσμέν. εἰς τοῦτο γὰρ ⸀ΧριστὸςΧριστὸς WH Treg NA28 ] + καὶ RP ⸀ἀπέθανενἀπέθανεν WH Treg NA28 ] + καὶ ἀνέστη RPκαὶ ἔζησεν ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.
10 Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ ⸀θεοῦ§θεοῦ WH Treg NA28 ] χριστοῦ RP 11 γέγραπται γάρ· Ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ ⸂πᾶσα γλῶσσα ἐξομολογήσεται*πᾶσα γλῶσσα ἐξομολογήσεται WH NA28 RP ] ἐξομολογήσεται πᾶσα γλῶσσα Treg τῷ θεῷ. 12 ⸀ἄραἄρα Treg ] + οὖν WH NA28 RP ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον ⸀δώσειδώσει Holmes WHmarg ] + τῷ θεῷ WH NA28 RP; ἀποδώσει τῷ θεῷ Treg
13 Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. 14 οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν διʼ ⸀ἑαυτοῦ§ἑαυτοῦ WH NA28 ] αὐτοῦ Treg RP εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν. 15 εἰ ⸀γὰρ*γὰρ WH Treg NA28 ] δὲ RPδιὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν. 16 μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν. 17 οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ· 18 ὁ γὰρ ἐν ⸀τούτῳτούτῳ WH Treg NA28 ] τούτοις RPδουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις. 19 ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους. 20 μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ θεοῦ. πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι. 21 καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει ⸂ἢ σκανδαλίζεται ἢ ἀσθενεῖἢ σκανδαλίζεται ἢ ἀσθενεῖ Treg RP ] – WH NA28· 22 σὺ πίστιν ⸀ἣν§ἣν WH Treg NA28 ] – RPἔχεις κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ θεοῦ. μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει· 23 ὁ δὲ διακρινόμενος ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ⸀ἐστίν*ἐστίν WH Treg NA28 ] + 24 Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, 25 φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατʼ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, 26 μόνῳ σοφῷ θεῷ, διὰ Ἰησοῦ χριστοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. RP

*14:3 ὁ δὲ WH Treg NA28 ] καὶ ὁ RP

14:4 δυνατεῖ γὰρ WH Treg NA28 ] δυνατὸς γάρ ἐστιν RP

14:4 κύριος WH Treg NA28 ] θεὸς RP

§14:5 μὲν Treg NIV RP ] + γάρ WH NA28

*14:6 φρονεῖ WH Treg NA28 ] + καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν κυρίῳ οὐ φρονεῖ RP

14:9 Χριστὸς WH Treg NA28 ] + καὶ RP

14:9 ἀπέθανεν WH Treg NA28 ] + καὶ ἀνέστη RP

§14:10 θεοῦ WH Treg NA28 ] χριστοῦ RP

*14:11 πᾶσα γλῶσσα ἐξομολογήσεται WH NA28 RP ] ἐξομολογήσεται πᾶσα γλῶσσα Treg

14:12 ἄρα Treg ] + οὖν WH NA28 RP

14:12 δώσει Holmes WHmarg ] + τῷ θεῷ WH NA28 RP; ἀποδώσει τῷ θεῷ Treg

§14:14 ἑαυτοῦ WH NA28 ] αὐτοῦ Treg RP

*14:15 γὰρ WH Treg NA28 ] δὲ RP

14:18 τούτῳ WH Treg NA28 ] τούτοις RP

14:21 ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ Treg RP ] – WH NA28

§14:22 ἣν WH Treg NA28 ] – RP

*14:23 ἐστίν WH Treg NA28 ] + 24 Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, 25 φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατʼ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, 26 μόνῳ σοφῷ θεῷ, διὰ Ἰησοῦ χριστοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. RP