15
Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν· καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν· ἀλλὰ καθὼς γέγραπται· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπʼ ἐμέ. ὅσα γὰρ προεγράφη, ⸀εἰς*εἰς Treg NA28 RP ] πάντα εἰς WH τὴν ἡμετέραν διδασκαλίαν ⸀ἐγράφηἐγράφη WH Treg NA28 ] προεγράφη RP ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν. ὁ δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ ⸂Χριστὸν ἸησοῦνΧριστὸν Ἰησοῦν WH NA28 RP ] Ἰησοῦν Χριστὸν Treg, ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ⸀ὑμᾶς§ὑμᾶς Treg NA28 RP ] ἡμᾶς WH εἰς δόξαν ⸀τοῦ*τοῦ WH Treg NA28 ] – RPθεοῦ. λέγω ⸀γὰργὰρ WH Treg NA28 ] δέ RP ⸀ΧριστὸνΧριστὸν WH Treg NA28 ] + Ἰησοῦν RP διάκονον ⸀γεγενῆσθαι§γεγενῆσθαι WH NA28 RP ] γένεσθαι Tregπεριτομῆς ὑπὲρ ἀληθείας θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν· καθὼς γέγραπται· Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, καὶ τῷ ὀνόματί σου ψαλῶ. 10 καὶ πάλιν λέγει· Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. 11 καὶ πάλιν· Αἰνεῖτε, ⸂πάντα τὰ ἔθνη, τὸν κύριον⸃, καὶ ⸀ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί.*πάντα τὰ ἔθνη τὸν κύριον WH Treg NA28 ] τὸν κύριον πάντα τὰ ἔθνη RP ἐπαινεσάτωσαν WH Treg NA28 ] ἐπαινέσατε RP 12 καὶ πάλιν Ἠσαΐας λέγει· Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπʼ αὐτῷ ἔθνη ἐλπιοῦσιν. 13 ὁ δὲ θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου. 14 Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι ⸀πάσηςπάσης Treg RP ] + τῆς WH NA28 γνώσεως, δυνάμενοι καὶ ⸀ἀλλήλους§ἀλλήλους WH Treg NA28 ] ἄλλους RPνουθετεῖν. 15 ⸀τολμηρότερον*τολμηρότερον NA28 RP ] τολμηροτέρως WH Treg δὲ ἔγραψα ⸀ὑμῖνὑμῖν WH Treg NA28 ] + ἀδελφοί RP ἀπὸ μέρους, ὡς ἐπαναμιμνῄσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ⸀ὑπὸὑπὸ NA28 RP ] ἀπὸ WH Tregτοῦ θεοῦ 16 εἰς τὸ εἶναί με λειτουργὸν ⸂Χριστοῦ Ἰησοῦ§Χριστοῦ Ἰησοῦ WH Treg NA28 ] Ἰησοῦ Χριστοῦ RP εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν πνεύματι ἁγίῳ. 17 ἔχω οὖν ⸀τὴν*τὴν WH Treg NA28 ] – RPκαύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν θεόν· 18 οὐ γὰρ τολμήσω ⸂τι λαλεῖντι λαλεῖν WH Treg NA28 ] λαλεῖν τι RP ὧν οὐ κατειργάσατο Χριστὸς διʼ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ, 19 ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει ⸀πνεύματοςπνεύματος NIV ] + ἁγίου WH Treg; + θεοῦ RP NA28 ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, 20 οὕτως δὲ ⸀φιλοτιμούμενον§φιλοτιμούμενον WH NA28 RP ] φιλοτιμοῦμαι Tregεὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπʼ ἀλλότριον θεμέλιον οἰκοδομῶ, 21 ἀλλὰ καθὼς γέγραπται· ⸂Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται*Οἷς … αὐτοῦ ὄψονται Treg NA28 RP ] Ὄψονται οἷς … αὐτοῦ WH, καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν. 22 Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς· 23 νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ ⸀ἱκανῶνἱκανῶν WH Treg ] πολλῶν NA28 RPἐτῶν, 24 ὡς ⸀ἂνἂν WH Treg NA28 ] ἐὰν RP πορεύωμαι εἰς τὴν ⸀Σπανίαν§Σπανίαν WH Treg NA28 ] + ἐλεύσομαι πρὸς ὑμᾶς RP ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς καὶ ὑφʼ ὑμῶν προπεμφθῆναι ἐκεῖ ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ— 25 νυνὶ δὲ πορεύομαι εἰς Ἰερουσαλὴμ διακονῶν τοῖς ἁγίοις. 26 εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἰερουσαλήμ. 27 εὐδόκησαν γάρ, καὶ ὀφειλέται ⸂εἰσὶν αὐτῶν*εἰσὶν αὐτῶν WH Treg NA28 ] αὐτῶν εἰσὶν RP· εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. 28 τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι διʼ ὑμῶν ⸀εἰςεἰς WH Treg NA28 ] + τὴν RPΣπανίαν· 29 οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι ⸀εὐλογίαςεὐλογίας WH Treg NA28 ] + τοῦ εὐαγγελίου τοῦ RPΧριστοῦ ἐλεύσομαι. 30 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν, 31 ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ ⸀καὶ§καὶ WH Treg NA28 ] + ἵνα RP ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ εὐπρόσδεκτος ⸂τοῖς ἁγίοις γένηται*τοῖς ἁγίοις γένηται WH Treg NA28 ] γένηται τοῖς ἁγίοις RP, 32 ἵνα ἐν χαρᾷ ⸀ἐλθὼνἐλθὼν WH NA28 ] ἔλθω Treg RP πρὸς ὑμᾶς διὰ θελήματος ⸀θεοῦθεοῦ WH NA28 ] + καὶ Treg RPσυναναπαύσωμαι ὑμῖν. 33 ὁ δὲ θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν· ἀμήν.

*15:4 εἰς Treg NA28 RP ] πάντα εἰς WH

15:4 ἐγράφη WH Treg NA28 ] προεγράφη RP

15:5 Χριστὸν Ἰησοῦν WH NA28 RP ] Ἰησοῦν Χριστὸν Treg

§15:7 ὑμᾶς Treg NA28 RP ] ἡμᾶς WH

*15:7 τοῦ WH Treg NA28 ] – RP

15:8 γὰρ WH Treg NA28 ] δέ RP

15:8 Χριστὸν WH Treg NA28 ] + Ἰησοῦν RP

§15:8 γεγενῆσθαι WH NA28 RP ] γένεσθαι Treg

*15:11 πάντα τὰ ἔθνη τὸν κύριον WH Treg NA28 ] τὸν κύριον πάντα τὰ ἔθνη RP

15:11 ἐπαινεσάτωσαν WH Treg NA28 ] ἐπαινέσατε RP

15:14 πάσης Treg RP ] + τῆς WH NA28

§15:14 ἀλλήλους WH Treg NA28 ] ἄλλους RP

*15:15 τολμηρότερον NA28 RP ] τολμηροτέρως WH Treg

15:15 ὑμῖν WH Treg NA28 ] + ἀδελφοί RP

15:15 ὑπὸ NA28 RP ] ἀπὸ WH Treg

§15:16 Χριστοῦ Ἰησοῦ WH Treg NA28 ] Ἰησοῦ Χριστοῦ RP

*15:17 τὴν WH Treg NA28 ] – RP

15:18 τι λαλεῖν WH Treg NA28 ] λαλεῖν τι RP

15:19 πνεύματος NIV ] + ἁγίου WH Treg; + θεοῦ RP NA28

§15:20 φιλοτιμούμενον WH NA28 RP ] φιλοτιμοῦμαι Treg

*15:21 Οἷς … αὐτοῦ ὄψονται Treg NA28 RP ] Ὄψονται οἷς … αὐτοῦ WH

15:23 ἱκανῶν WH Treg ] πολλῶν NA28 RP

15:24 ἂν WH Treg NA28 ] ἐὰν RP

§15:24 Σπανίαν WH Treg NA28 ] + ἐλεύσομαι πρὸς ὑμᾶς RP

*15:27 εἰσὶν αὐτῶν WH Treg NA28 ] αὐτῶν εἰσὶν RP

15:28 εἰς WH Treg NA28 ] + τὴν RP

15:29 εὐλογίας WH Treg NA28 ] + τοῦ εὐαγγελίου τοῦ RP

§15:31 καὶ WH Treg NA28 ] + ἵνα RP

*15:31 τοῖς ἁγίοις γένηται WH Treg NA28 ] γένηται τοῖς ἁγίοις RP

15:32 ἐλθὼν WH NA28 ] ἔλθω Treg RP

15:32 θεοῦ WH NA28 ] + καὶ Treg RP