16
Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν ⸀καὶ*καὶ WH NA28 ] – Treg RPδιάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς, ἵνα ⸂αὐτὴν προσδέξησθεαὐτὴν προσδέξησθε NA28 RP ] προσδέξησθε αὐτὴν WH Treg ἐν κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι, καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ ⸂ἐμοῦ αὐτοῦἐμοῦ αὐτοῦ WH Treg NA28 ] αὐτοῦ ἐμοῦ RP.
Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ, οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν, καὶ τὴν κατʼ οἶκον αὐτῶν ἐκκλησίαν. ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς ⸀Ἀσίας§Ἀσίας WH Treg NA28 ] Ἀχαΐας RPεἰς Χριστόν. ἀσπάσασθε ⸀Μαριάμ*Μαριάμ RP ] Μαρίαν WH Treg NA28 ἥτις πολλὰ ἐκοπίασεν εἰς ⸀ὑμᾶςὑμᾶς WH Treg NA28 ] ἡμᾶς RP ἀσπάσασθε Ἀνδρόνικον καὶ ⸀ἸουνίανἸουνίαν WH Treg RP ] Ἰουνιᾶν NA28 τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ ⸀γέγοναν§γέγοναν WH Treg NA28 ] γεγόνασιν RPἐν Χριστῷ. ἀσπάσασθε ⸀Ἀμπλιᾶτον*Ἀμπλιᾶτον WH NA28 Treg ] Ἀμπλίαν RPτὸν ἀγαπητόν μου ἐν κυρίῳ. ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν μου. 10 ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου. 11 ἀσπάσασθε Ἡρῳδίωνα τὸν ⸀συγγενῆσυγγενῆ WH NA28 RP ] συγγενῆν Tregμου. ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν κυρίῳ. 12 ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ. ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ. 13 ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. 14 ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, ⸂Ἑρμῆν, Πατροβᾶν, Ἑρμᾶν⸃ καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς.Ἑρμῆν Πατροβᾶν Ἑρμᾶν WH Treg NA28 ] Ἑρμᾶν Πατρόβαν Ἑρμῆν RP 15 ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους. 16 Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι ⸀πᾶσαι§πᾶσαι WH Treg NA28 ] – RPτοῦ Χριστοῦ.
17 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ⸀ἐκκλίνετε*ἐκκλίνετε WH Treg NA28 ] ἐκκλίνατε RPἀπʼ αὐτῶν· 18 οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ ⸀ἡμῶνἡμῶν WH Treg NA28 ] + Ἰησοῦ RPΧριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. 19 ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· ⸂ἐφʼ ὑμῖν οὖν χαίρωἐφʼ ὑμῖν οὖν χαίρω WH Treg NA28 ] Χαίρω οὖν τὸ ἐφʼ ὑμῖν RP , θέλω δὲ ὑμᾶς ⸀σοφοὺς§σοφοὺς Treg NA28 ] + μὲν WH RPεἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν. 20 ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ ⸀Χριστοῦ*Χριστοῦ Treg RP ] – WH NA28μεθʼ ὑμῶν.
21 ⸀ἈσπάζεταιἈσπάζεται WH Treg NA28 ] Ἀσπάζονται RPὑμᾶς Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου. 22 ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ. 23 ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ ⸂ὅλης τῆς ἐκκλησίαςὅλης τῆς ἐκκλησίας WH Treg NA28 ] τῆς ἐκκλησίας ὅλης RP. ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφός.
24 ⸂Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν§Ἡ χάρις … ὑμῶν RP ] – WH Treg NA28 ⸃ ⸀Ἀμήν*Ἀμήν RP ] 25 Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, 26 φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατʼ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, 27 μόνῳ σοφῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. WH Treg NA28 ‘p /’ ‘/book’

*16:1 καὶ WH NA28 ] – Treg RP

16:2 αὐτὴν προσδέξησθε NA28 RP ] προσδέξησθε αὐτὴν WH Treg

16:2 ἐμοῦ αὐτοῦ WH Treg NA28 ] αὐτοῦ ἐμοῦ RP

§16:5 Ἀσίας WH Treg NA28 ] Ἀχαΐας RP

*16:6 Μαριάμ RP ] Μαρίαν WH Treg NA28

16:6 ὑμᾶς WH Treg NA28 ] ἡμᾶς RP

16:7 Ἰουνίαν WH Treg RP ] Ἰουνιᾶν NA28

§16:7 γέγοναν WH Treg NA28 ] γεγόνασιν RP

*16:8 Ἀμπλιᾶτον WH NA28 Treg ] Ἀμπλίαν RP

16:11 συγγενῆ WH NA28 RP ] συγγενῆν Treg

16:14 Ἑρμῆν Πατροβᾶν Ἑρμᾶν WH Treg NA28 ] Ἑρμᾶν Πατρόβαν Ἑρμῆν RP

§16:16 πᾶσαι WH Treg NA28 ] – RP

*16:17 ἐκκλίνετε WH Treg NA28 ] ἐκκλίνατε RP

16:18 ἡμῶν WH Treg NA28 ] + Ἰησοῦ RP

16:19 ἐφʼ ὑμῖν οὖν χαίρω WH Treg NA28 ] Χαίρω οὖν τὸ ἐφʼ ὑμῖν RP

§16:19 σοφοὺς Treg NA28 ] + μὲν WH RP

*16:20 Χριστοῦ Treg RP ] – WH NA28

16:21 Ἀσπάζεται WH Treg NA28 ] Ἀσπάζονται RP

16:23 ὅλης τῆς ἐκκλησίας WH Treg NA28 ] τῆς ἐκκλησίας ὅλης RP

§16:24 Ἡ χάρις … ὑμῶν RP ] – WH Treg NA28

*16:24 Ἀμήν RP ] 25 Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, 26 φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατʼ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, 27 μόνῳ σοφῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. WH Treg NA28