15
Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι᾽ οὗ καὶ σῴζεσθε· τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε. Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς· καὶ ὅτι ἐτάφη· καὶ ὅτι ἐγήγερται *⸂ τῇ τρίτῃ ἡμέρᾳ RP f35 TR ¦ τῇ ἡμέρᾳ τῇ τρίτῃ TNT2 WH NA NIV SBL ⸂τῇ τρίτῃ ἡμέρᾳ⸃ κατὰ τὰς γραφάς· καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα· ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ *⸋ καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ⸌ ἐκοιμήθησαν· ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν· ἔσχατον δὲ πάντων, ὡσπερεὶ τῷ ἐκτρώματι, ὤφθη κἀμοί. Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ. 10 Χάριτι δὲ θεοῦ εἰμι ὅ εἰμι, καὶ *⸂ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ … ἡ χάρις τοῦ θεοῦ ἡ σὺν ἐμοί RP f35 TR NA27+28 NIV73 SBL ¦ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ … ἡ χάρις τοῦ θεοῦ σὺν ἐμοί TNT2 WH NA25 NIV11 ⸂ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δέ, ἀλλ᾽ ἡ χάρις τοῦ θεοῦ ἡ σὺν ἐμοί.⸃ 11 Εἴτε οὖν ἐγώ, εἴτε ἐκεῖνοι, οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.
12 Εἰ δὲ χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσίν *⸉ τινες ἐν ὑμῖν RP f35 TR ¦ ἐν ὑμῖν τινες TNT2 WH NA NIV SBL ⸉τινες ἐν ὑμῖν⸊ ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; 13 Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ χριστὸς ἐγήγερται· 14 εἰ δὲ χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα *⸆ – RP f35 TR TNT2 WH NA25 NIV11 SBL ¦ καὶ NA27+28 NIV73 ⸆ τὸ κήρυγμα ἡμῶν, κενὴ *⸋ δὲ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋δὲ⸌ καὶ ἡ πίστις *⸂ ὑμῶν RP f35 TR TNT2 NA NIV SBL ¦ ἡμῶν WH ⸂ὑμῶν.⸃ 15 Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν χριστόν, ὃν οὐκ ἤγειρεν, εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται. 16 Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ χριστὸς ἐγήγερται· 17 εἰ δὲ χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν· *⸆ – RP f35 TR TNT2 NA27+28 NIV SBL ¦ ἐστίν WH NA25 ⸆ ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. 18 Ἄρα καὶ οἱ κοιμηθέντες ἐν χριστῷ ἀπώλοντο. 19 Εἰ ἐν τῇ ζωῇ ταύτῃ *⸉ ἠλπικότες ἐσμὲν ἐν χριστῷ RP f35 TR ¦ ἐν χριστῷ ἠλπικότες ἐσμὲν TNT2 WH NA NIV SBL ⸉ἠλπικότες ἐσμὲν ἐν χριστῷ⸊ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.
20 Νυνὶ δὲ χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων *⸋ ἐγένετο RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἐγένετο.⸌ 21 Ἐπειδὴ γὰρ δι᾽ ἀνθρώπου *⸋ ὁ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὁ⸌ θάνατος, καὶ δι᾽ ἀνθρώπου ἀνάστασις νεκρῶν. 22 Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ χριστῷ πάντες ζῳοποιηθήσονται. 23 Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ χριστός, ἔπειτα οἱ *⸋ τοῦ RP f35 TNT2 WH NA NIV SBL ¦ – TR ⸋τοῦ⸌ χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. 24 Εἶτα τὸ τέλος, ὅταν *⸂ παραδῷ RP f35 TR ¦ παραδιδοῖ TNT2 NA25 ¦ παραδιδῷ WH NA27+28 NIV SBL ⸂παραδῷ⸃ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. 25 Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρι οὗ *⸋ ἂν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἂν⸌ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. 26 Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. 27 Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ὅταν δὲ εἴπῃ ὅτι Πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. 28 Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε *⸋ καὶ RP f35 TR WH NA ¦ – TNT2 NIV SBL ⸋καὶ⸌ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς *2 τὰ RP f35 TR NA27+28 ¦ – TNT2 WH NA25 NIV SBL 2τὰ⸌ πάντα ἐν πᾶσιν.
29 Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι; Ὑπὲρ τῶν νεκρῶν, εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται· τί καὶ βαπτίζονται ὑπὲρ *⸂ τῶν νεκρῶν RP f35 TR ¦ αὐτῶν TNT2 WH NA NIV SBL ⸂τῶν νεκρῶν;⸃ 30 Τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν; 31 Καθ᾽ ἡμέραν ἀποθνῄσκω, νὴ τὴν *⸂ ὑμετέραν RP f35 TNT2 WH NA NIV SBL ¦ ἡμετέραν TR ⸂ὑμετέραν⸃ καύχησιν, *⸆ – RP f35 TR NIV11 SBL ¦ ἀδελφοί TNT2 WH NA NIV73 ⸆ ἣν ἔχω ἐν χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. 32 Εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος, εἰ νεκροὶ οὐκ ἐγείρονται; Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν. 33 Μὴ πλανᾶσθε· Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. 34 Ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε· ἀγνωσίαν γὰρ θεοῦ τινὲς ἔχουσιν· πρὸς ἐντροπὴν ὑμῖν *⸂ λέγω RP f35 TR ¦ λαλῶ TNT2 WH NA NIV SBL ⸂λέγω.⸃
35 Ἀλλ᾽ ἐρεῖ τις, Πῶς ἐγείρονται οἱ νεκροί; Ποίῳ δὲ σώματι ἔρχονται; 36 *⸂ Ἄφρον RP f35 TR ¦ Ἄφρων TNT2 WH NA NIV SBL ⸂Ἄφρον,⸃ σὺ ὃ σπείρεις, οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ· 37 καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι, σίτου ἤ τινος τῶν λοιπῶν· 38 ὁ δὲ θεὸς *⸉ αὐτῷ δίδωσιν RP f35 ¦ αὐτῷ δίδωσι TR ¦ δίδωσιν αὐτῷ TNT2 WH NA NIV SBL ⸉αὐτῷ δίδωσιν⸊ σῶμα καθὼς ἠθέλησεν, καὶ ἑκάστῳ τῶν σπερμάτων *⸋ τὸ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τὸ⸌ ἴδιον σῶμα. 39 Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ· ἀλλὰ *⸂ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ ἰχθύων, ἄλλη δὲ πτηνῶν RP f35 ¦ ἄλλη μὲν σὰρξ ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ ἰχθύων, ἄλλη δὲ πτηνῶν TR ¦ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ σὰρξ πτηνῶν, ἄλλη δὲ ἰχθύων TNT2 WH NA NIV SBL ⸂ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ ἰχθύων, ἄλλη δὲ πτηνῶν.⸃ 40 Καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλ᾽ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων. 41 Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ. 42 Οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· 43 σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· 44 σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. *⸆ – RP f35 TR ¦ Εἰ TNT2 WH NA NIV SBL ⸆ Ἔστιν σῶμα ψυχικόν, *⸉ καὶ ἔστιν RP f35 ¦ καὶ ἔστι TR ¦ ἔστιν καὶ TNT2 WH NA NIV SBL ⸉καὶ ἔστιν⸊ *⸋ σῶμα RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋σῶμα⸌ πνευματικόν. 45 Οὕτως καὶ γέγραπται, Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν. Ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν. 46 Ἀλλ᾽ οὐ πρῶτον τὸ πνευματικόν, ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν. 47 Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς, χοϊκός· ὁ δεύτερος ἄνθρωπος *⸋ ὁ κύριος RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὁ κύριος⸌ ἐξ οὐρανοῦ. 48 Οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι· 49 καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, *⸂ φορέσωμεν RP f35 TNT2 WH ¦ φορέσομεν TR NA NIV SBL ⸂φορέσωμεν⸃ καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.
50 Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ *⸂ δύνανται RP f35 TR ¦ δύναται TNT2 WH NA NIV SBL ⸂δύνανται,⸃ οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ. 51 Ἰδού, μυστήριον ὑμῖν λέγω· πάντες *⸋ μὲν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋μὲν⸌ οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα, 52 ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. 53 Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. 54 Ὅταν δὲ *⸋ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ RP f35 TR TNT2 NA NIV SBL ¦ – WH ⸋τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ⸌ τὸ θνητὸν τοῦτο ἐνδύσηται *⸆ – RP f35 TR TNT2 NA NIV SBL ¦ τὴν WH ⸆ ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος, Κατεπόθη ὁ θάνατος εἰς νῖκος. 55 *⸂ Ποῦ σου, Θάνατε, τὸ κέντρον; Ποῦ σου, ᾍδη, τὸ νῖκος; RP f35 TR ¦ Ποῦ σου, Θάνατε, τὸ νῖκος; Ποῦ σου, Θάνατε, τὸ κέντρον; TNT2 WH NA NIV SBL ⸂Ποῦ σου, Θάνατε, τὸ κέντρον; Ποῦ σου, ᾍδη, τὸ νῖκος;⸃ 56 Τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία· ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος· 57 τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ. 58 Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ.

*15:4 ⸂ τῇ τρίτῃ ἡμέρᾳ RP f 35 TR ¦ τῇ ἡμέρᾳ τῇ τρίτῃ TNT2 WH NA NIV SBL

*15:6 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*15:10 ⸂ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ … ἡ χάρις τοῦ θεοῦ ἡ σὺν ἐμοί RP f 35 TR NA27+28 NIV73 SBL ¦ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ … ἡ χάρις τοῦ θεοῦ σὺν ἐμοί TNT2 WH NA25 NIV11

*15:12 ⸉ τινες ἐν ὑμῖν RP f 35 TR ¦ ἐν ὑμῖν τινες TNT2 WH NA NIV SBL

*15:14 ⸆ – RP f 35 TR TNT2 WH NA25 NIV11 SBL ¦ καὶ NA27+28 NIV73

*15:14 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*15:14 ⸂ ὑμῶν RP f 35 TR TNT2 NA NIV SBL ¦ ἡμῶν WH

*15:17 ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἐστίν WH NA25

*15:19 ⸉ ἠλπικότες ἐσμὲν ἐν χριστῷ RP f 35 TR ¦ ἐν χριστῷ ἠλπικότες ἐσμὲν TNT2 WH NA NIV SBL

*15:20 ⸋ ἐγένετο RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*15:21 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*15:23 ⸋ τοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR

*15:24 ⸂ παραδῷ RP f 35 TR ¦ παραδιδοῖ TNT2 NA25 ¦ παραδιδῷ WH NA27+28 NIV SBL

*15:25 ⸋ ἂν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*15:28 ⸋ καὶ RP f 35 TR WH NA ¦ – TNT2 NIV SBL

*15:28 ⸋2 τὰ RP f 35 TR NA27+28 ¦ – TNT2 WH NA25 NIV SBL

*15:29 ⸂ τῶν νεκρῶν RP f 35 TR ¦ αὐτῶν TNT2 WH NA NIV SBL

*15:31 ⸂ ὑμετέραν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἡμετέραν TR

*15:31 ⸆ – RP f 35 TR NIV11 SBL ¦ ἀδελφοί TNT2 WH NA NIV73

*15:34 ⸂ λέγω RP f 35 TR ¦ λαλῶ TNT2 WH NA NIV SBL

*15:36 ⸂ Ἄφρον RP f 35 TR ¦ Ἄφρων TNT2 WH NA NIV SBL

*15:38 ⸉ αὐτῷ δίδωσιν RP f 35 ¦ αὐτῷ δίδωσι TR ¦ δίδωσιν αὐτῷ TNT2 WH NA NIV SBL

*15:38 ⸋ τὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*15:39 ⸂ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ ἰχθύων, ἄλλη δὲ πτηνῶν RP f 35 ¦ ἄλλη μὲν σὰρξ ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ ἰχθύων, ἄλλη δὲ πτηνῶν TR ¦ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ σὰρξ πτηνῶν, ἄλλη δὲ ἰχθύων TNT2 WH NA NIV SBL

*15:44 ⸆ – RP f 35 TR ¦ Εἰ TNT2 WH NA NIV SBL

*15:44 ⸉ καὶ ἔστιν RP f 35 ¦ καὶ ἔστι TR ¦ ἔστιν καὶ TNT2 WH NA NIV SBL

*15:44 ⸋ σῶμα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*15:47 ⸋ ὁ κύριος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*15:49 ⸂ φορέσωμεν RP f 35 TNT2 WH ¦ φορέσομεν TR NA NIV SBL

*15:50 ⸂ δύνανται RP f 35 TR ¦ δύναται TNT2 WH NA NIV SBL

*15:51 ⸋ μὲν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*15:54 ⸋ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH

*15:54 ⸆ – RP f 35 TR TNT2 NA NIV SBL ¦ τὴν WH

*15:55 ⸂ Ποῦ σου, Θάνατε, τὸ κέντρον; Ποῦ σου, ᾍδη, τὸ νῖκος; RP f 35 TR ¦ Ποῦ σου, Θάνατε, τὸ νῖκος; Ποῦ σου, Θάνατε, τὸ κέντρον; TNT2 WH NA NIV SBL