4
Διὰ τοῦτο ἔχοντες τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ ἐκκακοῦμεν· ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ θεοῦ. Εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον· ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ αὐγάσαι *⸋ αὐτοῖς RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὐτοῖς⸌ τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ. Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ *⸉ χριστὸν Ἰησοῦν RP f35 TR TNT2 WH NA25 SBL ¦ Ἰησοῦν χριστὸν NA27+28 NIV ⸉χριστὸν Ἰησοῦν⸊ κύριον· ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. Ὅτι ὁ θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς *⸂ λάμψαι RP f35 TR ¦ λάμψει TNT2 WH NA NIV SBL ⸂λάμψαι,⸃ ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ *2 Ἰησοῦ χριστοῦ RP f35 TR NA27+28 ¦ χριστοῦ TNT2 WH NA25 NIV SBL 2Ἰησοῦ χριστοῦ.⸃
Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ, καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι, ἀλλ᾽ οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ᾽ οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ᾽ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι, ἀλλ᾽ οὐκ ἀπολλύμενοι· 10 πάντοτε τὴν νέκρωσιν *⸂ τοῦ κυρίου Ἰησοῦ RP f35 TR ¦ τοῦ Ἰησοῦ TNT2 WH NA NIV SBL ⸂τοῦ κυρίου Ἰησοῦ⸃ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. 11 Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. 12 Ὥστε *⸂ ὁ μὲν θάνατος … ἡ δὲ ζωὴ RP f35 TR ¦ ὁ θάνατος … ἡ δὲ ζωὴ TNT2 WH NA NIV SBL ⸂ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ⸃ ἐν ὑμῖν. 13 Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον, Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν· 14 εἰδότες ὅτι ὁ ἐγείρας *⸂ τὸν κύριον Ἰησοῦν RP f35 TR TNT2 WH NA NIV ¦ τὸν Ἰησοῦν SBL ⸂τὸν κύριον Ἰησοῦν⸃ *2 καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ, καὶ παραστήσει σὺν ὑμῖν RP f35 TR ¦ καὶ ἡμᾶς σὺν Ἰησοῦ ἐγερεῖ, καὶ παραστήσει σὺν ὑμῖν TNT2 WH NA NIV SBL 2καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ, καὶ παραστήσει σὺν ὑμῖν.⸃ 15 Τὰ γὰρ πάντα δι᾽ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.
16 Διὸ οὐκ ἐκκακοῦμεν, ἀλλ᾽ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ᾽ ὁ *⸂ ἔσωθεν RP f35 TR ¦ ἔσω TNT2 WH NA NIV SBL ⸂ἔσωθεν⸃ *⸆ – RP f35 TR ¦ ἡμῶν TNT2 WH NA NIV SBL ⸆ ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. 17 Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως *⸋ ἡμῶν RP f35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 ⸋ἡμῶν⸌ καθ᾽ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, 18 μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα αἰώνια.

*4:4 ⸋ αὐτοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*4:5 ⸉ χριστὸν Ἰησοῦν RP f 35 TR TNT2 WH NA25 SBL ¦ Ἰησοῦν χριστὸν NA27+28 NIV

*4:6 ⸂ λάμψαι RP f 35 TR ¦ λάμψει TNT2 WH NA NIV SBL

*4:6 ⸂2 Ἰησοῦ χριστοῦ RP f 35 TR NA27+28 ¦ χριστοῦ TNT2 WH NA25 NIV SBL

*4:10 ⸂ τοῦ κυρίου Ἰησοῦ RP f 35 TR ¦ τοῦ Ἰησοῦ TNT2 WH NA NIV SBL

*4:12 ⸂ ὁ μὲν θάνατος … ἡ δὲ ζωὴ RP f 35 TR ¦ ὁ θάνατος … ἡ δὲ ζωὴ TNT2 WH NA NIV SBL

*4:14 ⸂ τὸν κύριον Ἰησοῦν RP f 35 TR TNT2 WH NA NIV ¦ τὸν Ἰησοῦν SBL

*4:14 ⸂2 καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ, καὶ παραστήσει σὺν ὑμῖν RP f 35 TR ¦ καὶ ἡμᾶς σὺν Ἰησοῦ ἐγερεῖ, καὶ παραστήσει σὺν ὑμῖν TNT2 WH NA NIV SBL

*4:16 ⸂ ἔσωθεν RP f 35 TR ¦ ἔσω TNT2 WH NA NIV SBL

*4:16 ⸆ – RP f 35 TR ¦ ἡμῶν TNT2 WH NA NIV SBL

*4:17 ⸋ ἡμῶν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25