3
Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; *⸂ Εἰ RP f35 TR ¦ Ἢ TNT2 WH NA NIV SBL ⸂Εἰ⸃ μὴ χρῄζομεν, ὥς τινες, συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς, ἢ ἐξ ὑμῶν *⸋ συστατικῶν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋συστατικῶν;⸌ Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστέ, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων· φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ χριστοῦ διακονηθεῖσα ὑφ᾽ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις, ἀλλ᾽ ἐν πλαξὶν *⸂ καρδίαις RP f35 TNT2 WH NA NIV SBL ¦ καρδίας TR ⸂καρδίαις⸃ σαρκίναις. Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ χριστοῦ πρὸς τὸν θεόν· οὐχ ὅτι *⸂ ἱκανοί ἐσμεν ἀφ᾽ ἑαυτῶν … ἐξ ἑαυτῶν RP f35 TR ¦ ἀφ᾽ ἑαυτῶν ἱκανοί ἐσμεν … ἐξ αὐτῶν TNT2 ¦ ἀφ᾽ ἑαυτῶν ἱκανοί ἐσμεν … ἐξ αὑτῶν WH SBL ¦ ἀφ᾽ ἑαυτῶν ἱκανοί ἐσμεν … ἐξ ἑαυτῶν NA NIV ⸂ἱκανοί ἐσμεν ἀφ᾽ ἑαυτῶν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν,⸃ ἀλλ᾽ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ· ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀποκτένει, τὸ δὲ πνεῦμα ζῳοποιεῖ. Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν *⸂ γράμμασιν RP f35 TR WH NA NIV SBL ¦ γράμματι TNT2 ⸂γράμμασιν,⸃ ἐντετυπωμένη *⸋ ἐν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἐν⸌ λίθοις, ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ, τὴν καταργουμένην, πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; Εἰ γὰρ *⸂ ἡ διακονία RP f35 TR WH NA25 ¦ τῇ διακονίᾳ TNT2 NA27+28 NIV SBL ⸂ἡ διακονία⸃ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης *⸋ ἐν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἐν⸌ δόξῃ. 10 Καὶ γὰρ *⸂ οὐ RP f35 TNT2 WH NA NIV SBL ¦ οὐδὲ TR ⸂οὐ⸃ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. 11 Εἰ γὰρ τὸ καταργούμενον, διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον, ἐν δόξῃ.
12 Ἔχοντες οὖν τοιαύτην ἐλπίδα, πολλῇ παρρησίᾳ χρώμεθα· 13 καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον *⸂ ἑαυτοῦ RP f35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL ⸂ἑαυτοῦ,⸃ πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου· 14 ἀλλ᾽ ἐπωρώθη τὰ νοήματα αὐτῶν· ἄχρι γὰρ τῆς σήμερον *⸆ – RP f35 TR ¦ ἡμέρας TNT2 WH NA NIV SBL ⸆ τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅ τι ἐν χριστῷ καταργεῖται. 15 Ἀλλ᾽ ἕως σήμερον, ἡνίκα *⸂ ἀναγινώσκεται RP f35 TR ¦ ἂν ἀναγινώσκηται TNT2 WH NA NIV SBL ⸂ἀναγινώσκεται⸃ Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. 16 Ἡνίκα *⸂ δ᾽ ἂν RP f35 TR ¦ δὲ ἂν TNT2 ¦ δὲ ἐὰν WH NA NIV SBL ⸂δ᾽ ἂν⸃ ἐπιστρέψῃ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα. 17 Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα κυρίου, *⸋ ἐκεῖ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἐκεῖ⸌ ἐλευθερία. 18 Ἡμεῖς δὲ πάντες, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος.

*3:1 ⸂ Εἰ RP f 35 TR ¦ Ἢ TNT2 WH NA NIV SBL

*3:1 ⸋ συστατικῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*3:3 ⸂ καρδίαις RP f 35 TNT2 WH NA NIV SBL ¦ καρδίας TR

*3:5 ⸂ ἱκανοί ἐσμεν ἀφ᾽ ἑαυτῶν … ἐξ ἑαυτῶν RP f 35 TR ¦ ἀφ᾽ ἑαυτῶν ἱκανοί ἐσμεν … ἐξ αὐτῶν TNT2 ¦ ἀφ᾽ ἑαυτῶν ἱκανοί ἐσμεν … ἐξ αὑτῶν WH SBL ¦ ἀφ᾽ ἑαυτῶν ἱκανοί ἐσμεν … ἐξ ἑαυτῶν NA NIV

*3:7 ⸂ γράμμασιν RP f 35 TR WH NA NIV SBL ¦ γράμματι TNT2

*3:7 ⸋ ἐν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*3:9 ⸂ ἡ διακονία RP f 35 TR WH NA25 ¦ τῇ διακονίᾳ TNT2 NA27+28 NIV SBL

*3:9 ⸋ ἐν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*3:10 ⸂ οὐ RP f 35 TNT2 WH NA NIV SBL ¦ οὐδὲ TR

*3:13 ⸂ ἑαυτοῦ RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL

*3:14 ⸆ – RP f 35 TR ¦ ἡμέρας TNT2 WH NA NIV SBL

*3:15 ⸂ ἀναγινώσκεται RP f 35 TR ¦ ἂν ἀναγινώσκηται TNT2 WH NA NIV SBL

*3:16 ⸂ δ᾽ ἂν RP f 35 TR ¦ δὲ ἂν TNT2 ¦ δὲ ἐὰν WH NA NIV SBL

*3:17 ⸋ ἐκεῖ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL