2
Ἔκρινα *⸂ δὲ RP f35 TR TNT2 NA25 ¦ γὰρ WH NA27+28 NIV SBL ⸂δὲ⸃ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν *⸉ ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν RP f35 TNT2 WH NA NIV SBL ¦ ἐλθεῖν ἐν λύπῃ πρὸς ὑμᾶς TR ⸉ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν.⸊ Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς *⸋ ἐστιν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἐστιν⸌ ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Καὶ ἔγραψα *⸋ ὑμῖν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὑμῖν⸌ τοῦτο αὐτό, ἵνα μὴ ἐλθὼν λύπην *⸂ ἔχω RP f35 TR ¦ σχῶ TNT2 WH NA NIV SBL ⸂ἔχω⸃ ἀφ᾽ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς, ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστίν. Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.
Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους—ἵνα μὴ ἐπιβαρῶ—πάντας ὑμᾶς. Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων· ὥστε τοὐναντίον *⸋ μᾶλλον RP f35 TR TNT2 NA NIV SBL ¦ – WH ⸋μᾶλλον⸌ ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μήπως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην. Εἰς τοῦτο γὰρ καὶ ἔγραψα, ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. 10 ᾯ δέ τι χαρίζεσθε, καὶ ἐγώ· καὶ γὰρ ἐγὼ *⸂ εἴ τι κεχάρισμαι, ᾧ κεχάρισμαι RP f35 TR ¦ ὃ κεχάρισμαι, εἴ τι κεχάρισμαι TNT2 WH NA NIV SBL ⸂εἴ τι κεχάρισμαι, ᾧ κεχάρισμαι,⸃ δι᾽ ὑμᾶς ἐν προσώπῳ χριστοῦ, 11 ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.
12 Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν κυρίῳ, 13 οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου· ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν. 14 Τῷ δὲ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾽ ἡμῶν ἐν παντὶ τόπῳ. 15 Ὅτι χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις· 16 οἷς μὲν ὀσμὴ *⸂ θανάτου εἰς θάνατον … ζωῆς εἰς ζωήν RP f35 TR ¦ ἐκ θανάτου εἰς θάνατον … ἐκ ζωῆς εἰς ζωήν TNT2 WH NA NIV SBL ⸂θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν.⸃ Καὶ πρὸς ταῦτα τίς ἱκανός; 17 Οὐ γάρ ἐσμεν ὡς οἱ *⸂ λοιποί RP f35 ¦ πολλοὶ TR TNT2 WH NA NIV SBL ⸂λοιποί,⸃ καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ· ἀλλ᾽ ὡς ἐξ εἰλικρινείας, ἀλλ᾽ *2 ὡς ἐκ θεοῦ, κατενώπιον τοῦ θεοῦ RP f35 TR ¦ ὡς ἐκ θεοῦ, κατέναντι θεοῦ TNT2 WH NA NIV SBL 2ὡς ἐκ θεοῦ, κατενώπιον τοῦ θεοῦ,⸃ ἐν χριστῷ λαλοῦμεν.

*2:1 ⸂ δὲ RP f 35 TR TNT2 NA25 ¦ γὰρ WH NA27+28 NIV SBL

*2:1 ⸉ ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐλθεῖν ἐν λύπῃ πρὸς ὑμᾶς TR

*2:2 ⸋ ἐστιν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*2:3 ⸋ ὑμῖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*2:3 ⸂ ἔχω RP f 35 TR ¦ σχῶ TNT2 WH NA NIV SBL

*2:7 ⸋ μᾶλλον RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH

*2:10 ⸂ εἴ τι κεχάρισμαι, ᾧ κεχάρισμαι RP f 35 TR ¦ ὃ κεχάρισμαι, εἴ τι κεχάρισμαι TNT2 WH NA NIV SBL

*2:16 ⸂ θανάτου εἰς θάνατον … ζωῆς εἰς ζωήν RP f 35 TR ¦ ἐκ θανάτου εἰς θάνατον … ἐκ ζωῆς εἰς ζωήν TNT2 WH NA NIV SBL

*2:17 ⸂ λοιποί RP f 35 ¦ πολλοὶ TR TNT2 WH NA NIV SBL

*2:17 ⸂2 ὡς ἐκ θεοῦ, κατενώπιον τοῦ θεοῦ RP f 35 TR ¦ ὡς ἐκ θεοῦ, κατέναντι θεοῦ TNT2 WH NA NIV SBL