13
1 Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς. Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. 2 Προείρηκα καὶ προλέγω, ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν *⸋ γράφω RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋γράφω⸌ τοῖς προημαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι· 3 ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν· 4 καὶ γὰρ *⸋ εἰ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋εἰ⸌ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ. Καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ *⸂ ζησόμεθα RP f 35 TR ¦ ζήσομεν TNT2 WH NA NIV SBL ⸂ζησόμεθα⸃ σὺν αὐτῷ ἐκ δυνάμεως θεοῦ εἰς ὑμᾶς. 5 Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτούς, ὅτι *⸉ Ἰησοῦς χριστὸς RP f 35 TR WH NA SBL ¦ χριστὸς Ἰησοῦς TNT2 NIV ⸉Ἰησοῦς χριστὸς⸊ ἐν ὑμῖν *⸋ ἐστίν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἐστίν;⸌ Εἰ μή τι ἀδόκιμοί ἐστε. 6 Ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. 7 *⸂ Εὔχομαι RP f 35 TR ¦ Εὐχόμεθα TNT2 WH NA NIV SBL ⸂Εὔχομαι⸃ δὲ πρὸς τὸν θεόν, μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ᾽ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. 8 Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλ᾽ ὑπὲρ τῆς ἀληθείας. 9 Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· τοῦτο *⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋δὲ⸌ καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. 10 Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι, κατὰ τὴν ἐξουσίαν ἣν *⸉ ἔδωκέν μοι ὁ κύριος RP f 35 ¦ ἔδωκέ μοι ὁ κύριος TR ¦ ὁ κύριος ἔδωκέν μοι TNT2 WH NA NIV SBL ⸉ἔδωκέν μοι ὁ κύριος⸊ εἰς οἰκοδομήν, καὶ οὐκ εἰς καθαίρεσιν.
11 Λοιπόν, ἀδελφοί, χαίρετε· καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε· καὶ ὁ θεὸς *⸂ τῆς ἀγάπης καὶ εἰρήνης RP TR TNT2 WH NA NIV SBL ¦ τῆς ἀγάπης καὶ τῆς εἰρήνης f 35 ⸂τῆς ἀγάπης καὶ εἰρήνης⸃ ἔσται μεθ᾽ ὑμῶν. 12 Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι.
13 Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες.
14 Ἡ χάρις *⸂ τοῦ κυρίου Ἰησοῦ χριστοῦ RP TR TNT2 WH NA NIV SBL ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ f 35 ⸂τοῦ κυρίου Ἰησοῦ χριστοῦ,⸃ καὶ ἡ ἀγάπη τοῦ θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν. *⸋ Ἀμήν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Ἀμήν.⸌
*13:2 ⸋ γράφω RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*13:4 ⸋ εἰ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*13:4 ⸂ ζησόμεθα RP f 35 TR ¦ ζήσομεν TNT2 WH NA NIV SBL
*13:5 ⸉ Ἰησοῦς χριστὸς RP f 35 TR WH NA SBL ¦ χριστὸς Ἰησοῦς TNT2 NIV
*13:5 ⸋ ἐστίν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*13:7 ⸂ Εὔχομαι RP f 35 TR ¦ Εὐχόμεθα TNT2 WH NA NIV SBL
*13:9 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*13:10 ⸉ ἔδωκέν μοι ὁ κύριος RP f 35 ¦ ἔδωκέ μοι ὁ κύριος TR ¦ ὁ κύριος ἔδωκέν μοι TNT2 WH NA NIV SBL
*13:11 ⸂ τῆς ἀγάπης καὶ εἰρήνης RP TR TNT2 WH NA NIV SBL ¦ τῆς ἀγάπης καὶ τῆς εἰρήνης f 35
*13:14 ⸂ τοῦ κυρίου Ἰησοῦ χριστοῦ RP TR TNT2 WH NA NIV SBL ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ f 35
*13:14 ⸋ Ἀμήν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL