2
Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν. Καὶ *⸂ πολλοὶ … ταῖς ἀσελγείαις, δι᾽ οὓς RP TNT2 WH NA NIV SBL ¦ πολλοὶ … ταῖς ἀσελγείαις, δι᾽ ἃς f35 ¦ πολλοὶ … ταῖς ἀπωλείαις, δι᾽ οὓς TR ⸂πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, δι᾽ οὓς⸃ ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται. Καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται· οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ *⸂ νυστάξει RP f35 ¦ νυστάζει TR TNT2 WH NA NIV SBL ⸂νυστάξει.⸃ Εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν *⸂ τηρουμένους RP f35 TNT2 WH NA NIV SBL ¦ τετηρημένους TR ⸂τηρουμένους·⸃ καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας· καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας *⸋ καταστροφῇ RP f35 TR TNT2 NA NIV11 SBL ¦ – WH NIV73 ⸋καταστροφῇ⸌ κατέκρινεν, ὑπόδειγμα μελλόντων *⸂ ἀσεβεῖν RP f35 TR TNT2 NA25+28 ¦ ἀσεβέσιν WH NA27 NIV SBL ⸂ἀσεβεῖν⸃ τεθεικώς· καὶ δίκαιον Λώτ, καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς, ἐρρύσατο· βλέμματι γὰρ καὶ ἀκοῇ *⸋ ὁ RP f35 TR TNT2 NA NIV SBL ¦ – WH ⸋ὁ⸌ δίκαιος, ἐγκατοικῶν ἐν αὐτοῖς, ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν· οἶδεν κύριος εὐσεβεῖς ἐκ *⸂ πειρασμοῦ RP TR TNT2 WH NA NIV SBL ¦ πειρασμῶν f35 ⸂πειρασμοῦ⸃ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν· 10 μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους, καὶ κυριότητος καταφρονοῦντας. Τολμηταί, αὐθάδεις, δόξας οὐ τρέμουσιν βλασφημοῦντες· 11 ὅπου ἄγγελοι, ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες, οὐ φέρουσιν κατ᾽ αὐτῶν *⸂ παρὰ κυρίῳ RP f35 TR TNT2 WH NA25+28 ¦ παρὰ κυρίου NA27 NIV ¦ – SBL ⸂παρὰ κυρίῳ⸃ βλάσφημον κρίσιν. 12 Οὗτοι δέ, ὡς ἄλογα ζῷα *⸉ φυσικὰ γεγενημένα RP TR ¦ γεγενημένα φυσικὰ f35 ¦ γεγεννημένα φυσικὰ TNT2 WH NA NIV SBL ⸉φυσικὰ γεγενημένα⸊ εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν *⸂ καταφθαρήσονται RP f35 TR ¦ καὶ φθαρήσονται TNT2 WH NA NIV SBL ⸂καταφθαρήσονται,⸃ 13 *⸂ κομιούμενοι RP f35 TR TNT2 ¦ ἀδικούμενοι WH NA NIV SBL ⸂κομιούμενοι⸃ μισθὸν ἀδικίας, ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι, ἐντρυφῶντες ἐν ταῖς *2 ἀπάταις RP f35 TR WH NA NIV SBL ¦ ἀγάπαις TNT2 2ἀπάταις⸃ αὐτῶν συνευωχούμενοι ὑμῖν, 14 ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην *⸂ πλεονεξίας RP f35 TNT2 WH NA NIV SBL ¦ πλεονεξίαις TR ⸂πλεονεξίας⸃ ἔχοντες, κατάρας τέκνα· 15 καταλιπόντες *⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ τὴν TR ⸆ εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσόρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν, 16 ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον, ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον, ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν. 17 Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι, *⸆ – RP f35 TR ¦ καὶ TNT2 WH NA NIV SBL *⸂ νεφέλαι RP f35 TR ¦ ὁμίχλαι TNT2 WH NA NIV SBL ⸂νεφέλαι⸃ ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους *2 εἰς αἰῶνα RP TR ¦ εἰς αἰῶνας f35 ¦ – TNT2 WH NA NIV SBL 2εἰς αἰῶνα⸃ τετήρηται. 18 Ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι, δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκός, *⸂ ἀσελγείαις RP TR TNT2 WH NA NIV SBL ¦ ἀσελγείας f35 ⸂ἀσελγείαις,⸃ τοὺς *2 ὄντως RP f35 TR NA28 ¦ ὀλίγως TNT2 WH NA25+27 NIV SBL 2ὄντως⸃ *3 ἀποφυγόντας RP f35 TR ¦ ἀποφεύγοντας TNT2 WH NA NIV SBL 3ἀποφυγόντας⸃ τοὺς ἐν πλάνῃ ἀναστρεφομένους, 19 ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ *⸋ καὶ RP f35 TR TNT2 SBL ¦ – WH NA NIV ⸋καὶ⸌ δεδούλωται. 20 Εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει *⸂ τοῦ κυρίου καὶ σωτῆρος Ἰησοῦ χριστοῦ RP f35 TR TNT2 WH NA25+28 SBL ¦ τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ χριστοῦ NA27 NIV ⸂τοῦ κυρίου καὶ σωτῆρος Ἰησοῦ χριστοῦ,⸃ τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. 21 Κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν *⸂ ἐπιστρέψαι RP f35 TR ¦ ὑποστρέψαι TNT2 WH NA NIV SBL ⸂ἐπιστρέψαι⸃ ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. 22 Συμβέβηκεν *⸋ δὲ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋δὲ⸌ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καὶ ὗς λουσαμένη εἰς *⸂ κύλισμα RP f35 TR ¦ κυλισμὸν TNT2 WH NA NIV SBL ⸂κύλισμα⸃ βορβόρου.

*2:2 ⸂ πολλοὶ … ταῖς ἀσελγείαις, δι᾽ οὓς RP TNT2 WH NA NIV SBL ¦ πολλοὶ … ταῖς ἀσελγείαις, δι᾽ ἃς f 35 ¦ πολλοὶ … ταῖς ἀπωλείαις, δι᾽ οὓς TR

*2:3 ⸂ νυστάξει RP f 35 ¦ νυστάζει TR TNT2 WH NA NIV SBL

*2:4 ⸂ τηρουμένους RP f 35 TNT2 WH NA NIV SBL ¦ τετηρημένους TR

*2:6 ⸋ καταστροφῇ RP f 35 TR TNT2 NA NIV11 SBL ¦ – WH NIV73

*2:6 ⸂ ἀσεβεῖν RP f 35 TR TNT2 NA25+28 ¦ ἀσεβέσιν WH NA27 NIV SBL

*2:8 ⸋ ὁ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH

*2:9 ⸂ πειρασμοῦ RP TR TNT2 WH NA NIV SBL ¦ πειρασμῶν f 35

*2:11 ⸂ παρὰ κυρίῳ RP f 35 TR TNT2 WH NA25+28 ¦ παρὰ κυρίου NA27 NIV ¦ – SBL

*2:12 ⸉ φυσικὰ γεγενημένα RP TR ¦ γεγενημένα φυσικὰ f 35 ¦ γεγεννημένα φυσικὰ TNT2 WH NA NIV SBL

*2:12 ⸂ καταφθαρήσονται RP f 35 TR ¦ καὶ φθαρήσονται TNT2 WH NA NIV SBL

*2:13 ⸂ κομιούμενοι RP f 35 TR TNT2 ¦ ἀδικούμενοι WH NA NIV SBL

*2:13 ⸂2 ἀπάταις RP f 35 TR WH NA NIV SBL ¦ ἀγάπαις TNT2

*2:14 ⸂ πλεονεξίας RP f 35 TNT2 WH NA NIV SBL ¦ πλεονεξίαις TR

*2:15 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὴν TR

*2:17 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL

*2:17 ⸂ νεφέλαι RP f 35 TR ¦ ὁμίχλαι TNT2 WH NA NIV SBL

*2:17 ⸂2 εἰς αἰῶνα RP TR ¦ εἰς αἰῶνας f 35 ¦ – TNT2 WH NA NIV SBL

*2:18 ⸂ ἀσελγείαις RP TR TNT2 WH NA NIV SBL ¦ ἀσελγείας f 35

*2:18 ⸂2 ὄντως RP f 35 TR NA28 ¦ ὀλίγως TNT2 WH NA25+27 NIV SBL

*2:18 ⸂3 ἀποφυγόντας RP f 35 TR ¦ ἀποφεύγοντας TNT2 WH NA NIV SBL

*2:19 ⸋ καὶ RP f 35 TR TNT2 SBL ¦ – WH NA NIV

*2:20 ⸂ τοῦ κυρίου καὶ σωτῆρος Ἰησοῦ χριστοῦ RP f 35 TR TNT2 WH NA25+28 SBL ¦ τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ χριστοῦ NA27 NIV

*2:21 ⸂ ἐπιστρέψαι RP f 35 TR ¦ ὑποστρέψαι TNT2 WH NA NIV SBL

*2:22 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*2:22 ⸂ κύλισμα RP f 35 TR ¦ κυλισμὸν TNT2 WH NA NIV SBL