2
1 Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν χριστῷ Ἰησοῦ. 2 Καὶ ἃ ἤκουσας παρ᾽ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. 3 *⸂ Σὺ οὖν κακοπάθησον RP f 35 TR ¦ Συγκακοπάθησον TNT2 NA NIV SBL ¦ Συνκακοπάθησον WH ⸂Σὺ οὖν κακοπάθησον⸃ ὡς καλὸς στρατιώτης *⸉ Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ χριστοῦ Ἰησοῦ TNT2 WH NA NIV SBL ⸉Ἰησοῦ χριστοῦ.⸊ 4 Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. 5 Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. 6 Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. 7 Νόει *⸂ ἃ RP f 35 TR ¦ ὃ TNT2 WH NA NIV SBL ⸂ἃ⸃ λέγω· *⸂2 δῴη RP f 35 TR ¦ δώσει TNT2 WH NA NIV SBL ⸂2δῴη⸃ γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν. 8 Μνημόνευε Ἰησοῦν χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου· 9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος· ἀλλ᾽ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται. 10 Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου. 11 Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· 12 εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· *⸂ εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· RP f 35 TR ¦ εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· TNT2 WH NA NIV SBL ⸂εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς·⸃ 13 εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι *⸆ – RP f 35 TR SBL ¦ γὰρ TNT2 WH NA NIV ⸆ ἑαυτὸν οὐ δύναται.
14 Ταῦτα ὑπομίμνησκε, διαμαρτυρόμενος ἐνώπιον *⸂ τοῦ κυρίου RP f 35 TR SBL ¦ τοῦ θεοῦ TNT2 WH NA NIV ⸂τοῦ κυρίου⸃ μὴ λογομαχεῖν *⸂2 εἰς RP f 35 TR ¦ ἐπ᾽ TNT2 WH NA NIV SBL ⸂2εἰς⸃ οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. 15 Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. 16 Τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, 17 καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει· ὧν ἐστὶν Ὑμέναιος καὶ Φιλητός· 18 οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες *⸋ τὴν RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL ⸋τὴν⸌ ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσιν τήν τινων πίστιν. 19 Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην, Ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ, καί, Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα *⸂ κυρίου RP f 35 TNT2 WH NA NIV SBL ¦ χριστοῦ TR ⸂κυρίου.⸃ 20 Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμήν, ἃ δὲ εἰς ἀτιμίαν. 21 Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον, *⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ⸌ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. 22 Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε· δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην, μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας. 23 Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσιν μάχας. 24 Δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ᾽ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον, 25 ἐν πρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους· μήποτε δῷ αὐτοῖς ὁ θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, 26 καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ᾽ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.
*2:3 ⸂ Σὺ οὖν κακοπάθησον RP f 35 TR ¦ Συγκακοπάθησον TNT2 NA NIV SBL ¦ Συνκακοπάθησον WH
*2:3 ⸉ Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ χριστοῦ Ἰησοῦ TNT2 WH NA NIV SBL
*2:7 ⸂ ἃ RP f 35 TR ¦ ὃ TNT2 WH NA NIV SBL
*2:7 ⸂2 δῴη RP f 35 TR ¦ δώσει TNT2 WH NA NIV SBL
*2:12 ⸂ εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· RP f 35 TR ¦ εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· TNT2 WH NA NIV SBL
*2:13 ⸆ – RP f 35 TR SBL ¦ γὰρ TNT2 WH NA NIV
*2:14 ⸂ τοῦ κυρίου RP f 35 TR SBL ¦ τοῦ θεοῦ TNT2 WH NA NIV
*2:14 ⸂2 εἰς RP f 35 TR ¦ ἐπ᾽ TNT2 WH NA NIV SBL
*2:18 ⸋ τὴν RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL
*2:19 ⸂ κυρίου RP f 35 TNT2 WH NA NIV SBL ¦ χριστοῦ TR
*2:21 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL