3
Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι· καὶ τούτους ἀποτρέπου. Ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ *⸂ αἰχμαλωτεύοντες RP TR ¦ αἰχμαλωτίζοντες f35 TNT2 WH NA NIV SBL ⸂αἰχμαλωτεύοντες⸃ *⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ τὰ TR ⸆ γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. Ὃν τρόπον δὲ Ἰαννῆς καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσῇ, οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν. Ἀλλ᾽ οὐ προκόψουσιν ἐπὶ πλεῖον· ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο. 10 Σὺ δὲ *⸂ παρηκολούθηκάς RP f35 TR ¦ παρηκολούθησάς TNT2 WH NA NIV SBL ⸂παρηκολούθηκάς⸃ μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, 11 τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα· καὶ ἐκ πάντων με ἐρρύσατο ὁ κύριος. 12 Καὶ πάντες δὲ οἱ θέλοντες *⸉ εὐσεβῶς ζῇν RP f35 TR NA27+28 NIV ¦ ζῇν εὐσεβῶς TNT2 WH NA25 SBL ⸉εὐσεβῶς ζῇν⸊ ἐν χριστῷ Ἰησοῦ διωχθήσονται. 13 Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. 14 Σὺ δὲ μένε ἐν *⸂ οἷς ἔμαθες καὶ ἐπιστώθης RP TR TNT2 WH NA NIV SBL ¦ οἷς ἔμαθες καὶ οἷς ἐπιστώθης f35 ⸂οἷς ἔμαθες καὶ ἐπιστώθης,⸃ εἰδὼς παρὰ *2 τίνος RP f35 TR ¦ τίνων TNT2 WH NA NIV SBL 2τίνος⸃ ἔμαθες, 15 καὶ ὅτι ἀπὸ βρέφους *⸋ τὰ RP f35 TR TNT2 NA27+28 NIV ¦ – WH NA25 SBL ⸋τὰ⸌ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν χριστῷ Ἰησοῦ. 16 Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ· 17 ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.

*3:6 ⸂ αἰχμαλωτεύοντες RP TR ¦ αἰχμαλωτίζοντες f 35 TNT2 WH NA NIV SBL

*3:6 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὰ TR

*3:10 ⸂ παρηκολούθηκάς RP f 35 TR ¦ παρηκολούθησάς TNT2 WH NA NIV SBL

*3:12 ⸉ εὐσεβῶς ζῇν RP f 35 TR NA27+28 NIV ¦ ζῇν εὐσεβῶς TNT2 WH NA25 SBL

*3:14 ⸂ οἷς ἔμαθες καὶ ἐπιστώθης RP TR TNT2 WH NA NIV SBL ¦ οἷς ἔμαθες καὶ οἷς ἐπιστώθης f 35

*3:14 ⸂2 τίνος RP f 35 TR ¦ τίνων TNT2 WH NA NIV SBL

*3:15 ⸋ τὰ RP f 35 TR TNT2 NA27+28 NIV ¦ – WH NA25 SBL