3
Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν *⸋ τῇ ἀληθείᾳ μὴ πείθεσθαι RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead Carl ⸋τῇ ἀληθείᾳ μὴ πείθεσθαι,⸌ οἷς κατ᾽ ὀφθαλμοὺς Ἰησοῦς χριστὸς προεγράφη *2 ἐν ὑμῖν RP f35 TR Ead ¦ – TNT2 WH NA NIV SBL Carl 2ἐν ὑμῖν⸌ ἐσταυρωμένος; Τοῦτο μόνον θέλω μαθεῖν ἀφ᾽ ὑμῶν, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως; Οὕτως ἀνόητοί ἐστε; Ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε; Τοσαῦτα ἐπάθετε εἰκῇ; Εἴγε καὶ εἰκῇ. Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου, ἢ ἐξ ἀκοῆς πίστεως; Καθὼς Ἀβραὰμ ἐπίστευσεν τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοί *⸉ εἰσιν υἱοὶ RP f35 TR Ead ¦ υἱοί εἰσιν TNT2 WH NA NIV SBL Carl ⸉εἰσιν υἱοὶ⸊ Ἀβραάμ. Προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ θεός, προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ. 10 Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν, ὑπὸ κατάραν εἰσίν· γέγραπται γάρ, *⸆ – RP f35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL Ead Carl ⸆ Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει *⸋ ἐν RP f35 TR Ead ¦ – TNT2 WH NA NIV SBL Carl ⸋ἐν⸌ πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά. 11 Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ, δῆλον· ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσεται· 12 ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ᾽ *⸂ Ὁ ποιήσας αὐτὰ ἄνθρωπος RP f35 TR ¦ Ὁ ποιήσας αὐτὰ TNT2 WH NA NIV SBL Ead Carl ⸂Ὁ ποιήσας αὐτὰ ἄνθρωπος⸃ ζήσεται ἐν αὐτοῖς. 13 Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· *⸂ γέγραπται γάρ RP f35 TR ¦ ὅτι γέγραπται TNT2 WH NA NIV SBL Carl ⸂γέγραπται γάρ,⸃ Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου· 14 ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν *⸉ χριστῷ Ἰησοῦ RP f35 TR NA27+28 NIV SBL Ead Carl ¦ Ἰησοῦ χριστῷ TNT2 WH NA25 ⸉χριστῷ Ἰησοῦ,⸊ ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως.
15 Ἀδελφοί, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται. 16 Τῷ δὲ Ἀβραὰμ ἐρρήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ᾽ ὡς ἐφ᾽ ἑνός, Καὶ τῷ σπέρματί σου, ὅς ἐστιν χριστός. 17 Τοῦτο δὲ λέγω, διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ θεοῦ *⸋ εἰς χριστὸν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead Carl ⸋εἰς χριστὸν⸌ ὁ μετὰ *⸉ ἔτη τετρακόσια καὶ τριάκοντα RP f35 TR ¦ τετρακόσια καὶ τριάκοντα ἔτη TNT2 WH NA NIV SBL Ead Carl ⸉ἔτη τετρακόσια καὶ τριάκοντα⸊ γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. 18 Εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ δι᾽ ἐπαγγελίας κεχάρισται ὁ θεός. 19 Τί οὖν ὁ νόμος; Τῶν παραβάσεων χάριν προσετέθη, ἄχρι *⸋ οὗ RP f35 TR TNT2 NA27+28 NIV SBL Ead Carl ¦ – WH NA25 ⸋οὗ⸌ *⸆ – RP f35 TR TNT2 NA27+28 NIV SBL Ead Carl ¦ ἂν WH NA25 ⸆ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς δι᾽ ἀγγέλων ἐν χειρὶ μεσίτου. 20 Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστίν. 21 Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ; Μὴ γένοιτο. Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζῳοποιῆσαι, ὄντως *⸂ ἂν ἐκ νόμου RP f35 TR ¦ ἐκ νόμου ἂν TNT2 NA NIV SBL Ead Carl ¦ ἐν νόμῳ ἂν WH ⸂ἂν ἐκ νόμου⸃ ἦν ἡ δικαιοσύνη. 22 Ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ χριστοῦ δοθῇ τοῖς πιστεύουσιν.
23 Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα, *⸂ συγκεκλεισμένοι RP f35 TR Ead ¦ συγκλειόμενοι TNT2 NA NIV SBL Carl ¦ συνκλειόμενοι WH ⸂συγκεκλεισμένοι⸃ εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. 24 Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. 25 Ἐλθούσης δὲ τῆς πίστεως, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. 26 Πάντες γὰρ υἱοὶ θεοῦ ἐστὲ διὰ τῆς πίστεως ἐν χριστῷ Ἰησοῦ. 27 Ὅσοι γὰρ εἰς χριστὸν ἐβαπτίσθητε, χριστὸν ἐνεδύσασθε. 28 Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· *⸂ πάντες RP f35 TR WH NA NIV SBL Ead Carl ¦ ἅπαντες TNT2 ⸂πάντες⸃ γὰρ ὑμεῖς εἷς ἐστὲ ἐν χριστῷ Ἰησοῦ. 29 Εἰ δὲ ὑμεῖς χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ, *⸋ καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead Carl ⸋καὶ⸌ κατ᾽ ἐπαγγελίαν κληρονόμοι.

*3:1 ⸋ τῇ ἀληθείᾳ μὴ πείθεσθαι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead Carl

*3:1 ⸋2 ἐν ὑμῖν RP f 35 TR Ead ¦ – TNT2 WH NA NIV SBL Carl

*3:7 ⸉ εἰσιν υἱοὶ RP f 35 TR Ead ¦ υἱοί εἰσιν TNT2 WH NA NIV SBL Carl

*3:10 ⸆ – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL Ead Carl

*3:10 ⸋ ἐν RP f 35 TR Ead ¦ – TNT2 WH NA NIV SBL Carl

*3:12 ⸂ Ὁ ποιήσας αὐτὰ ἄνθρωπος RP f 35 TR ¦ Ὁ ποιήσας αὐτὰ TNT2 WH NA NIV SBL Ead Carl

*3:13 ⸂ γέγραπται γάρ RP f 35 TR ¦ ὅτι γέγραπται TNT2 WH NA NIV SBL Carl

*3:14 ⸉ χριστῷ Ἰησοῦ RP f 35 TR NA27+28 NIV SBL Ead Carl ¦ Ἰησοῦ χριστῷ TNT2 WH NA25

*3:17 ⸋ εἰς χριστὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead Carl

*3:17 ⸉ ἔτη τετρακόσια καὶ τριάκοντα RP f 35 TR ¦ τετρακόσια καὶ τριάκοντα ἔτη TNT2 WH NA NIV SBL Ead Carl

*3:19 ⸋ οὗ RP f 35 TR TNT2 NA27+28 NIV SBL Ead Carl ¦ – WH NA25

*3:19 ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL Ead Carl ¦ ἂν WH NA25

*3:21 ⸂ ἂν ἐκ νόμου RP f 35 TR ¦ ἐκ νόμου ἂν TNT2 NA NIV SBL Ead Carl ¦ ἐν νόμῳ ἂν WH

*3:23 ⸂ συγκεκλεισμένοι RP f 35 TR Ead ¦ συγκλειόμενοι TNT2 NA NIV SBL Carl ¦ συνκλειόμενοι WH

*3:28 ⸂ πάντες RP f 35 TR WH NA NIV SBL Ead Carl ¦ ἅπαντες TNT2

*3:29 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead Carl